Manuscript msA, page 314v
| prev: 314r | next: 315r |
24.180 νεκρὸν ἄγοι προτι ἄστυ . τὸν ἔκτανε δῖος Ἀχιλλεύς ·1
24.181 μη δέ τι τοι θάνατος μελέτω φρεσὶ , μηδέ τι τάρβος .
24.182 τοῖος γάρ τοι πομπὸς ἅμ’ ἕψεται ἀργειφόντης .
24.183 ὅς σ’ ἄξει , έως κεν ἄγων . Ἀχιλῆϊ πελάσσῃ·
24.184 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος ,1
24.185 οὔτ’ αὐτὸς κτενέει· ἀπό τ’ ἄλλους πάντας ἐρύξει·
24.186 οὔτε γὰρ ἔστ’ ἄφρων , οὔτ’ ἄσκοπος , οὔτ’ ἀλιτήμων·
24.187 ἀλλὰ μάλ’ ἐνδυκέως ἱ̈κέτεω πεφιδήσεται ἀνδρός·
24.188 ἡ μὲν ἂρ ὡς εἰποῦσ’ ἀπέβη πόδας ὠκέα Ϊ̂ρις·
24.189 αὐτὰρ ὅ γ’ υἷας ἄμαξαν ἐΰτροχον , ἡμιονείην .
24.190 ὁπλίσαι ἠνώγει· πείρινθα δὲ δῆσαι ἐπ’ αὐτῆς·1
24.191 αὐτὸς δ’ ἐς θάλαμον κατεβήσετο , κηώεντα .
24.192 κέδρινον , ὑψόροφον , ὃς γλήνεα πολλὰ κεχάνδει·1, 2, 3, 4
24.193 ἐς δ’ ἄλοχον Ἑκάβην ἐκαλέσσατο . φώνησέν τε·
24.194 δαιμονίη· Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε
24.195 λύσασθαι φίλον υἱὸν , ἰ̈όντ’ ἐπι νῆας Ἀχαιῶν .
24.196 δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν , τά κε θυμὸν ϊήνῃ·
24.197 ἀλλ’ ἄγε μοι τόδε εἰπὲ , τί τοι φρεσὶν εἴδεται εἶναι·
24.198 αἰνῶς γάρ μ’ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε·1
24.199 κεῖσ’ ϊέναι ἐπὶ νῆας , ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν ·
24.200 ὣς φάτο· κώκυσεν δὲ γυνὴ , καὶ ἀμείβετο μύθῳ·1
24.201 ωίμοι πῇ δή τοι φρένες οἴχονθ’ . ᾗς τὸ πάρος περ1
24.202 ἔκλε’ . ἐπ ἀνθρώπους ξείνους , ἠδ’ οἷσιν ἀνάσσεις·1, 2
24.203 πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
24.204 ἀνδρὸς ἐς ὀφθαλμοὺς . ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
msA, 24.6, commenting on 24.192 πολλὰ κεχάνδει· οὕτως Ἀρίσταρχ κεχάνδη δια τοῦ η ἀντι τοῦ κεχάνδε ἡ δὲ Μασσαλιωτικῇ πολλὰ κεκεύθει ⁑
msA, 24.7, commenting on 24.202 ἔκλ’ ἐπ ανους · τὴν κλε ὀξυτονεῖ ὁ Ἀσκαλωνιτ , ἡγούμενος τὸ πλῆρες εἶναι ἐκλέου . οὐκ έστι δὲ ἀλλ’ ἐκλέεο τετρασυλλαβως καὶ δῆλον ὅτι εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετα τὴν ὀξεῖαν ὀφείλει πάλιν τρίτη ἀπο τέλους ἡ ὀξεῖα φυλάττεσθαι· οὐδὲ γὰρ χαρακτὴρ κωλύει . τὸ μέντοι σὺ δ’ αίδε καί μ’ ἐλέησον καὶ τὰ τοιαῦτα πρώτης ὄντα συζυγίας τῶν περισπωμένων ἄλλης ἀναλογίας ε̈χεται ὡς ἐν ετέροις εἴρηται ⁑
msAext, 24.2, commenting on 24.192 ὑψόροφον
msAil, 24.2, commenting on 24.192@γλήνεα πολλὰ πολλῆς θέας άξια κόσμια ⁑
msAil, 24.3, commenting on 24.201@περ γε
msAil, 24.4, commenting on 24.202@ἔκλεος ἐδοξαζου
msAim, 24.2, commenting on 24.180 οτ νεκρόν ὃν ἔκτανε ⁑
msAim, 24.3, commenting on 24.184 οτ αντ εἰς κλισίην ⁑
msAim, 24.4, commenting on 24.190 τὸ πλινθίον τὸ επάνω τῶν ἁμαξῶν τιθέμενον ⁑
msAim, 24.5, commenting on 24.198 Ἀρίσταρχ ἄνωγεν ἔξω τοῦ ϊ
msAim, 24.6, commenting on 24.200 Ἀρισταρχ ανήρετο μύθω :
msAint, 24.1, commenting on 24.192 Αρισταρχ κεδάνδει