Manuscript msA, page 315r
| prev: 314v | next: 315v |
24.205 υἱέας ἐξενάριξε . σιδήρειόν νύ τοι ῆτορ·1
24.206 εἰ γάρ σ’ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν .1
24.207 ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ δε οὔ σ’ ἐλεήσει .
24.208 οὐδέ τι σ’ αἰδέσεται· νῦν δε κλαίωμεν ἄνευθεν1
24.209 ἥμενοι ἐν μεγάρῳ· τῷ δ’ ὥς ποθι Μοῖρα κραταιὴ1
24.210 γεινομένῳ ἐπένησε λίνῳ , ὅτε μιν τέκον αὐτὴ ,1
24.211 ἀργίποδας κύνας ᾶσαι ἑῶν ἀπάνευθε τοκήων
24.212 ἀνδρὶ παρα κρατερῷ , τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι1
24.213 ἐσθέμεναι προσφῦσα , τότ’ ἄντιτα ἔργα γένοιτο1
24.214 παιδὸς ἐμοῦ . ἐπεὶ οὔ , ἑ , κακιζόμενόν γε κατέκτα ,1
24.215 ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων1, 2
24.216 ἑσταότ’ . οὔτε φόβου μεμνημένον . οὔτ’ ἀλεωρῆς·1
24.217 τὴν δ’ αῦτε προσέειπε γέρων Πρίαμος θεοειδής·
24.218 μή μ’ ἐθέλοντ’ ϊέναι κατερύκανε . μη δέ μοι αὐτὴ
24.219 ὄρνις ἐνι μεγάροισι κακὸς πέλευ . οὐδέ με πείσεις·
24.220 εἰ μὲν γάρ τις μ’ ἀλλος ἐπιχθονίων ἐκέλευεν ,
24.221 ἢ . οἳ , μάντιές εἰσὶ θυοσκόοι . ἠ ἱερῆες·1
24.222 ψεῦδός κεν φαῖμεν . καὶ νοσφιζοίμεθα μᾶλλον :1
24.223 νῦν δ̀’ , αὐτὸς γὰρ ἄκουσα θεοῦ . καὶ ἐσέδρακον ἄντην .1
24.224 εῖμι . καὶ οὐχ ἅλιον ἔπος ἔσσεται· εἰ δέ μοι αῖσα
24.225 τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων .
24.226 βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλε`
24.227 ἀγκὰ̆ς ἑλόντ’ ἐμὸν υἱὸν . ἐπὴν γόου ἐξ ἔρον , εἵην·
24.228 ῆ καὶ φωριαμῶν ἐπιθήματα κὰλ’ ἀνέῳγεν·1
24.229 ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους .1
msA, 24.8, commenting on 24.205 υἱέας ἐξενάριξε : ὅτι ὑποτάσσουσι στίχον ὡς ἐλλείποντος τοῦ λόγου . ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες . πλείων δε ἐστιν ἔμφασις μὴ προσκειμένου αὐτοῦ ⁑
msA, 24.9, commenting on 24.206 εἰ γάρ σ’ αἱρήσει τὸ ἑξῆς ἐστιν εἰ γάρ σ’ αἰρήσει οὒ σ ἐλεήσει τὰ δὲ ἄλλα δια μέσου ⁑
msA, 24.10, commenting on 24.208 οὐδέ τις αἰδέσεται ὅτι ἀντι τοῦ προσδέξεται ὡς ϊκέτην μή μιν ἐγὼ μὲν ΐκωμαι ἰων οὺς ἔτι μ’ Ἀχιλλευς ⁑
msA, 24.11, commenting on 24.210 γεινομένω ἐπένησε λίνῳ· ὅτι ἐνταῦθα καλῶς κεῖται επι δε Αχι ἐν τῇ Υ οὐκέτι ⁑
msA, 24.12, commenting on 24.213 τότ’ ἄντιτα : Ἀπολλοδωρὸς καὶ Καλλίστρατος τιτά ὥστε τρία εῖναι ἐπίρρημα τὸ τότε καὶ σύνδεσμον τὸν ἄν καὶ ὄνομα τὸ τίτα · ὁ δε Ἀσκαλωνίτ ἄντιτὰ παραλαμβάνει μεταλαμβάνων εἰς τὸ ἀντέκτιτα · ουτ καὶ οἱ πλείους ὁμοίως τῲ ἄτιτα ἔχεται μὲν οὖν ἡ κατα σύνθεσιν ἀνάγνωσις ἐμφάσεως . καὶ μᾶλλον τοῦ νοητοῦ· μελλήσει δὲ λείπειν τὸ ἄν ἐν τῇ συντάξει επιζητοῦντ τοῦ γένοιτο · εὐκτικοῦ τὸ τοιοῦτο παραφυλακτέον δὲ ὅτι καὶ συλλα λείπει ἡ τι τοῦ ἐντελους ὄντος ἀντίτητα ⁑ .
msA, 24.13, commenting on 24.214 ἐπεὶ οὒ ὲ οὕτως ἐπεὶ οὔ ἑ ἐπεὶ ουκ αυτόν αἱ δε κοιναὶ ἐπεὶ ού τι ⁑
msA, 24.14, commenting on 24.215 ἄλλα προ τρώων · πρὸς τοὺς γράφοντας ἔσπετε νῦν μοι Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι ὅτι ἐπι βαρβαρων τὸ ἐπίθετον τίθησιν ⁑
msA, 24.15, commenting on 24.221 ἢ οἳ μάντιές εἰσὶ θυοσκόοι : καὶ ἐνταῦθ ἀξιοῦσι τινὲς διαστέλλειν μετα τὸ εἰσὶ ὡς καὶ ἐν τη Α ῥαψῳδίᾳ τὸ γένος φησὶ προειπὼν ἐπιφέρει τὸ εῖδος· ἀλλ’ άγε δή τινα μάντιν ἐρείομεν δοκεῖ δέ μοι ἐνθάδε μὴ ἐπείγειν ἐπεὶ ἐνδεχεται τὸ δευτερον τοῦ πρώτου ἐπίθετον εῖναι , μάντεις θῦται καὶ ἄλλως τῶν ἱερέων ἕτεροι νοοῦνται θυοσκόοι μὲν οἱ δια τῶν επιθυομένων μαντευόμενοι οἱ ἐμπυροσκόπ καλοῦσι δὲ αὐτοὺς· λιβανομάντης ἱερεῖς δὲ οἱ δια τῶν σπλαγχνῶν μαντευόμενοι· τὰ μὲν γαρ θυμιάματα θύη καλεῖται· τὰ δὲ σπλάγχνα ἱερά κοινὸν δέ ἐστι τὸ μάντις ⁑
msA, 24.16, commenting on 24.222 ψεῦδός κεν φαῖμεν : ὅτι ἐνταῦθα ἁρμὸζόντως λέγεται ὁ στίχος ὑπο δὲ Νέστορος ἐν τῇ Β οὐκέτι ⁑
msA, 24.17, commenting on 24.223-24.224 νῦν δ’ αὐτὸς γὰρ : βραχὺ διασταλτ μετα τὸν δέ τὸ γαρ ἑξῆς νῦν δέ εἰμι ⁑
msA, 24.18, commenting on 24.224-24.225 εἰ δέ μοι αῖσα ⁑ ἡ ὑποστιγμὴ ἀμφίβολος ἤτοι γὰρ μετα τὸ αῖσα ἵνα λειπ τὸ ἐστιν ἠ μετα τὸ χαλκοχιτώνων ἵνα κοινῇ τὸ τεθνάμεναι καὶ κατ τῶν ἑξῆς ⁑
msA, 24.19, commenting on 24.228 ῆ καὶ φωριαμῶν : Ἀρίσταρχ ὡς κιβωτῶν καὶ ἔχομεν τῶν δια τοῦ αμος παρηγμένων ο̂νομάτων κανόνας τοὶουσδε · πρῶτον μὲν ὡς τὰ τριβράχεα μὴ ὄντα ἐπιθετικὰ βαρύνεσθαι θέλει κάλαμος Πρίαμος . τὸ ποταμός ἐγένετο παρα τὸ ποτασμός καθ ὑφαίρεσιν τοῦ ς · τὸ δὲ ϊταμός ἐπιθετικόν ἐστι . δεύτερον δὲ , ὡς τὰ ἔχοντα τὴν ἄρχουσαν μακράν εἰ μὲν θέσει ᾒ βαρύνεται· ὄρχαμος . Τύρταμος · Πέργαμος · εἰ δε φύσει κύρια ὄντα βαρύνεται πάλιν ὡς ἔχει τὸ Πύραμος Τεύταμος οὐχ οὕτως δὲ ἔχοντα ὀξύνεται . ὡς ἔχει τὸ οῦλαμός χηραμός τούτῳ οὖν τῷ λόγῳ εἴτε παρα τὸ τοὺς φῶρας ἀπείργειν . ἢ ἀπο τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται ἔσται κατ οξεῖαν τάσιν φωραμὸς και πλε τοῦ ϊ φωριαμός ἡ διπλῆ δὲ ὅτι ἐπιθήματα τῶν κιβωτίων τὰ πώματα . καταχρηστικῶς δὲ πίθων καὶ τῶν ὁμοίων ⁑
msA, 24.20, commenting on 24.229 ἔνθεν ΙΒ μὲν . ὅτι διεσταλκε τόν πεπλόν ἀπο τῶν χλαινῶν καὶ τὰ φάρη ὡς διαπρέποντα τὸν πέπλον οὕτως προσηγόρευσεν ⁑
msA, 24.21, commenting on 24.229-24.231 πέπλος : φᾶρος· χιτών· χλαῖνα . διαφε : πέπλοι γάρ ἃς περ ἐνῶντο μόναι γυναῖκες οἳ καὶ ἑανοὶ καλοῦνται· χιτὼν δε ἀνδρεῖον ενδυμα φαρος ϊμάτιον· χλαῖνα τὸ περίβλημα ⁑
msAext, 24.3, commenting on 24.223 ἔδρακον
msAil, 24.5, commenting on 24.209@ὥς ποθι αντ τοῦ οὕτως
msAil, 24.6, commenting on 24.215@πρὸ Τρώων ουτ χωρὶς τοῦ ς
msAil, 24.7, commenting on 24.216@ἀλεωρῆς αποφυγῆς
msAim, 24.7, commenting on 24.212 κατέχοιμι εἰς τ ἐσθίειν ⁑