Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 315v

Manuscript msA, page 315v

image

prev: 315r next: 316r

Iliad text

24.230 δώδεκα δ’ ἁπλοΐδας χλαίνας , τόσσους δὲ τάπητας .image1

24.231 τόσσα δὲ φάρεα λευκά· τόσους δ’ ἐπι τοῖσι χιτῶνας·image

24.232 χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα·image1

24.233 ἐκ δὲ δύ’ αἴθωνας τρίποδας . πίσυρας δὲ λέβητας·image

24.234 ἐκ δὲ δέπας περικαλλὲς . ὅ , οἱ , Θρῇκες πόρον ἄνδρεςimage

24.235 ἐξ ἑσίην ἐλθόντι , μέγα κτέρας· οὐδέ νυ τοῦ περimage1, 2

24.236 φείσατ’ ἐνι μεγάροις ὃ γέρων· περὶ δ’ ήθελε θυμῷimage

24.237 λύσασθαι φίλον υἱόν· ὃ δὲ Τρῶας μὲν ἅπανταςimage

24.238 αἰθούσης ἀπέεργεν . ἔπεσσ’ αἰσχροῖσιν ἐνίσσων·image

24.239 ἔρρετε λωβητῆρες , ἐλεγχέες . οὔ νυ καὶ ὑμῖνimage

24.240 οἴκοι ἔνεστι γόος , ὅτι μ’ ἤλθετε κηδήσοντες·image

24.241 ἦ οὔνεσθ’ , ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκε .image1, 2, 3, 4

24.242 παῖδ’ ὀλέσαι τὸν ἄριστον· ἀτὰρ γνώσεσθε καὶ ὔμμες .image

24.243 ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν . δὴ , ἔσεσθεimage

24.244 κείνου τεθνηῶτος ἐναιρέμεν· αὐτὰρ ἔγωγεimage

24.245 πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τεimage

24.246 ὀφθαλμοῖσιν ἰ̈δεῖν· βαίην δόμον Ἄϊδος εἴσω·image1

24.247 ῆ καὶ σκηπανίῳ δίεπ’ ἀνέρας . οἱ δ’ ΐσαν ἔξωimage1, 2

24.248 σπερχομένοιο γέροντος· ὃ δ’ υἱάσιν οἷσιν ὁμόκλα·image

24.249 νεικείων Ἕλενόν τε , Πάριν τ’ . Ἀγάθωνά τε δῖον·image

24.250 Πάμμονά τ’ . Ἀντιφονόν τε· βοὴν ἀγαθόν τε Πολίτην ·image

24.251 Δηΐφοβόν τε . καὶ Ἱ̈ππόθοον : καὶ δῖον Ἀγαυόν ·image1, 2

24.252 ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·image

24.253 σπεύσατέ μοι κακὰ τέκνα . κατηφόνες· αἴθ’ ἅμα πάντεςimage1

24.254 Ἕκτορος ὠφέλετ’ ἀντὶ . θοῇς ἐπὶ νηυσὶ πεφάσθαι·image

Scholia text

msA, 24.22, commenting on 24.229-24.231 πέπλος· ὅν περονῶνται γυναῖκες· ὃς καὶ εανὸς καλεῖται : χιτών ἀνδρεῖον ἔνδυμα φᾶρος ϊματιον ἀνδρῶν και γυναικῶν· χλαίνη τὸ περίβλημα τῆς κλίνης :image

msA, 24.23, commenting on 24.235 ἐξεσίην ἐλθόντ Ἀρίσταρχ δασύνει τὴν δευτέραν συλλαβήν παρα γὰρ τὸ ΐημι φησὶν ἐγένετο : ἐπιφέρει γοῦν προ γὰρ ῆκε πηρ ἄλλοι τε γέροντες . παρὰ δὲ τὸν ἥσω μέλλοντα , ἡ εσία ἐγένετο· καὶ ἡ εξεσίᾳ ὡς καὶ παρὰ τὸν θήσω θεσία πῇ δῇ συνθεσίαι τε· τὸ αὐτὸ και επι τοῦ τῶν ἕνεκ’ ἐξεσίην ουτ δὲ καὶ Νικίας · Νεοπτόλεμος δὲ ὁ Παριανός λέγων παρὰ τὸ ἐξιέναι πεποιῆσθαι τὴν λέξιν οἶον τὴν ἔκπεμψιν ἀξιοῖ ψιλοῦν· ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι· ἠπίστατο γaρ ὁ ποιητὴς καὶ τὸν ἥσω με δασυνόμενον ἥσω γὰρ καὶ ἐγώ · παρὰ δὲ τοὺς μελλοντας ὁριστικοὺς ἐγίνετο τὰ τοιαυτα ὀνόματα οὐ παρ ενεστῶτας ἀπαρεμφάτ ἐγκλίσεως θύσω γοῦν θυσία · ἄξω αξία δώσω δοσία · προδώσω προδοσία ουτ οὖν καὶ παρὰ τὸν ἥσω ἑσία καὶ ἐξεσια ⁑image

msA, 24.24, commenting on 24.241 ἢ οὔνεσθ’ οτι μοι· οἷον μικρὸν καὶ φαυλον οἴεσθε τὸ συμβεβηκός· ἡ διπλῆ δὲ ὅτι οὔνεσθε ἐκφαυλίζετε καὶ ουδενός ἅξιον ηγεῖσθαι ⁑image

msA, 24.25, commenting on 24.241 ἢ οὔνεσθ’ οὕτως αἱ Αρισταρχ ἦ ὀνόσασθ’ ἐμέμψασθε καὶ εξεφαυλίσαθε βούλεται δὲ λέγειν εμοὶ συλλυπησόμενοι καὶ οὐχι ἕκαστος ἱ̈διον κακὸν νομίζει τὴν Ἕκτορος ἀπώλειαν ⁑image

msA, 24.26, commenting on 24.247 ῆ καὶ σκιπανίῳ δίεπ’ δασέως δίεπ ’ παρὰ τὸ επω δάσυνόμενον οὕτως και Ἀρισταρχ καὶ οἱ πλείους οἶον δια τῶν ἀνδρῶν ἐπορευετο καὶ διί̀στα αὐτοὺς καὶ οὕτως εχει τὰ τῆς ἀναγνώσεως ⁑image

msA, 24.27, commenting on 24.247 τὸ δὲ έξω ἑκατέροις δύναται σὺντάττεσθαι βελτιον δὲ τοῖς ἄνω ⁑image

msA, 24.28, commenting on 24.251 Δηϊφοβόν τε καὶ Ἱππόθοον ὅτι ὁμώνυμος ὁ Ἱππόθοος τῷ Πελασγῶ Ἱππόθοος δ’ άγε φύλα Πελασγῶν · καὶ ὅτι ἄδηλον πότερόν εστι τὸ κυριον ὁ Δῖος καὶ ὁ Αγαυός ⁑image

msA, 24.29, commenting on 24.251 Αλεξάνδρου τοξευθέντος ὑπο Φιλοκτήτου Πρίαμος τὸν ῾Ελενης γάμον ἔπαθλον ἔθηκεν τῷ ἀριστεύσαντ κατὰ τὴν μάχηνην Διΐφοβος δὲ γενναίως ἀγωνισαμενος ἄγημεν αὐτήν . ἡ ϊστορία παρὰ Λυκόφρονι ⁑image

msA, 24.30, commenting on 24.253 κατηφόνες : ὡς Μακεδόνες · οὕτως Ἀρίσταρχ καὶ ἄμεινον θηλυκῇ γὰρ προσηγορίᾳ . ὀνειδίσαι τοὺς υἱοὺς ἠθέλησεν οιονεὶ κατήφειαι Κράτης μέντοι κατηφέες γράφει ⁑image

msAext, 24.4, commenting on 24.235 ἐξἑσίην· δημοσίαν ἔκπεμψιν· δασυνεται δὲ ἡ β συλλα παρά τὸν ἥσω μελλονταimage

msAext, 24.5, commenting on 24.241 ὅνησιν ἔχετεimage

msAil, 24.8, commenting on 24.230@χλαίνας τα περι βλήματ τῆς κλίνηςimage

msAim, 24.8, commenting on 24.232 οτ παρέλκει τὰ πατν ⁑image

msAim, 24.9, commenting on 24.241 Ἀρισταρχ ἢ ὀνόσασθ’image

msAim, 24.10, commenting on 24.246 βρἀχὺ διασταλτέον μετα τὸ ϊδεῖν προς τὸ σαφέστερον ⁑image