Manuscript msA, page 316r
| prev: 315v | next: 316v |
24.255 ὤιμοι ἐγὼ πανάποτμος· ἐπεὶ τέκον υἷας ἀρίστους
24.256 Τροίῃ ἐν εὐρείῃ· τῶν δ’ οὔ τινα φημὶ λελεῖφθαι·
24.257 Μήστορά τ’ ἀντίθεον· καὶ Τρωΐλον ἱππιοχάρμην·1
24.258 Ἕκτορα θ’ . ὃς θεὸς ἔσκε μετ’ ἀνδράσιν· οὐδὲ ἐῴκει
24.259 ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι . ἀλλὰ θεοῖο·
24.260 τοὺς μὲν ἀπώλεσ’ Ἄρης . τὰ δ’ ἐλέγχεα πάντα λέλειπται·
24.261 ψεῦσταί τ’ , ὀρχησταί τε , χοροιτυπίῃσιν ἄριστοι·
24.262 ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες·
24.263 οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα .
24.264 ταῦτά τε πάντ’ ἐπιθεῖτε . ἵνα πρήσσωμεν ὁδοῖο·1
24.265 ὡς ἔφαθ’ , οἱ δ’ ἄρα πατρὸς ὑποδδείσαντες ὁμοκλὴν .
24.266 ἒκ μὲν ἄμαξαν ἄειραν . ἐΰτροχον . ἡμιονείην .
24.267 καλὴν· πρωτοπαγέα . πείρινθα δὲ δῆσαν ἐπ’ αὐτῆς·
24.268 καδ δ’ ἀπὸ πασσαλόφιν ζυγὸν ῄρεον ἡμιόνειον .
24.269 πύξινον , ὀμφαλόεν εὖ , οἰήκεσσιν ἀρηρός·1
24.270 ἐκ δ’ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ .
24.271 καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστω ἐπὶ ῥυμῷ·
24.272 πέζῃ ἔπὶ πρώτῃ· ἐπι δὲ κρίκον . ἕστορι βάλλον·1, 2, 3
24.273 τρὶς δ’ ἑκάτερθεν ἔδησαν . ἐπ’ ὀμφαλὸν· αὐτὰρ ἔπειτα
24.274 ἑξείης κατέδησαν . ὑπὸ γλωχῖνα δ’ ἔκαμψαν ·
24.275 ἐκ θαλάμου δὲ φέροντες . ἐϋξέστης ἐπ’ ἀπήνης1
24.276 νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα·
24.277 ζεῦξαν δ’ ἡμιόνους . κρατερώνυχας . ἐντεσιεργοὺς .1
24.278 τούς ῥά́ ποτε Πριάμω Μυσοὶ δόσαν ἀγλαὰ δῶρα·
24.279 ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγὸν . οὓς ὁ γεραιὸς
msA, 24.31, commenting on 24.257 Μηστορά τ’ ἀντίθεον : ὅτι ἐκ τοῦ εἰρῆσθαι . ἱππιοχάρμην τὸν Τρωΐλον οἱ νεώτεροι ἐφ ἵππου διωκόμενον αὐτὸν ἐποίησαν : καὶ οἱ μὲν παῖδα αὐτὸν ὑποτίθενται Ὅμηρος δὲ δια τοῦ ἐπιθέτου τέλειον ἄνδρα ἐμφαίνει οὐ γὰρ ἄλλος ἱππόμαχος λέγεται ⁑
msA, 24.32, commenting on 24.269 πύξινον ὀμφαλόεν : οὐκ ῆν παρα Ζηνοδότῳ οὗτος ὁ στίχος οὕτως δὲ εἴρηκε κρίκους τινάς , δι’ ῶν α διείρονται καὶ οἱ ἀκιζ
msA, 24.33, commenting on 24.272 πέζῃ ἐπι πρώτῃ , ὅτι πρώτῃ ἀντὶ τοῦ ἄκρα ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ ⁑
msA, 24.34, commenting on 24.272 ἕστορι βάλλον . δασέως ἀπο τῆς ἕσεως τὸν γὰρ βαλλόμενον πάσσαλον ἐπ άκρου τοῦ ζυγοῦ νοητέον ⁑
msA, 24.35, commenting on 24.272 ἕστορι βάλλον : τῷ πεπηγότι πασσάλῳ κατα τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ περ ὸν τὰ ζυγόδεσμα εἰλεῖται καὶ ὁ κρίκος ἔγκειται ⁑
msA, 24.36, commenting on 24.275 ἐκ θαλάμου δὲ φέροντες· διασταλτέον μετα τὸ φέροντες προς τὸ σαφεστερον ⁑
msA, 24.37, commenting on 24.277 ἐντεσιεργούς . τοὺς ὑποζυγίους καὶ μὴ ψιλῶς νωτοφόρους ἀλλα τήν τε ἄμαξαν καὶ τὴν πείρινθα ἕλκοντας ἅπερ καὶ έντεα φησίν ⁑
msAim, 24.11, commenting on 24.264 ὥς τε διακρινθειτε ⁑