Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 316v

Manuscript msA, page 316v

image

prev: 316r next: 317r

Iliad text

24.280 αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπι φάτνῃ·image

24.281 τὼ μὲν ζευγνοίσθην ἐν δώμασιν ὑψηλοῖσιimage

24.282 κῆρυξ καὶ Πρίαμος . πυκινὰ φρεσὶ μήδε’ ἔχοντες·image

24.283 ἀγχίμολον δέ σφ’ ἦλθ’ Ἑκάβη τετιηότι θυμῷ .image

24.284 οἶνον ἔχουσ’ ἐν χειρὶ μελίφρονα δεξιτερῆφιimage

24.285 χρυσέῳ ἐν δέπαϊ . ὄφρα λείψαντε κιοίτην·image

24.286 στῆ δ’ ἵππων προπάροιθεν . ἔπος τ’ ἔφατ’ , έκ τ’ ὀνόμαζε·image

24.287 τῆ , σπεῖσον Διῒ πατρὶ , καὶ εὔχεο οἴκαδ’ ἱ̈κέσθαιimage

24.288 ὰψ’ ἐκ δυσμενέων ἀνδρῶν· ἐπεὶ ἂρ σέ γε θυμὸςimage

24.289 ὀτρύνει ἐπὶ νῆας . ἐμεῖο μὲν οὐκ ἐθελούσης·image

24.290 ἂλλ’ εὔχεο σύ γ’ ἔπειτα κελαινεφέϊ Κρονίωνιimage

24.291 Ἰδαίῳ· ὅς τε Τροίην κατα πᾶσαν ὁρᾶται·image

24.292 αἴτει δ’ οἰωνὸν ταχὺν ἄγγελον . ὅς τέ οἱ αὐτῷimage1, 2, 3, 4

24.293 φίλτατος οἰωνῶν . καί , εὑ κράτος ἐστὶ μάλιστα·image1, 2

24.294 δεξιὸν . ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας·image

24.295 τῷ πίσυνος . ἐπὶ νῆας ΐῃς Δαναῶν ταχυπώλων·image1

24.296 εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεὺς .image

24.297 οὐκ ἂν ἔγωγέ σ’ ἔπειτα ἐποτρύνουσα κελοίμηνimage

24.298 νῆας ἐπ’ Ἀργείων ϊέναι . μάλα περ μεμαῶτα·image

24.299 τὴν δ’ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·image

24.300 ὦ γύναι , οὐ μέν τοι τό δ’ ἐφιεμένῃ ἀπιθήσω .image1

24.301 ἐσθλὸν γὰρ Διῒ χεῖρας ἀνασχέμεν . αἴ κ’ ἐλεήσῃ·image

24.302 ῆ ῥα· καὶ ἀμφίπολον ταμίην ὄτρυν’ ὁ γεραιὸςimage

24.303 χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἡ δὲ παρέστηimage1

24.304 χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα·image1

Scholia text

msA, 24.38, commenting on 24.281-24.282 κῆρυξ καὶ Πρίαμος : ὅτι εἰ μὴ προσέθηκε τὸν στίχον οἱ θέλοντες συγχεῖσθαι τὰ δυϊκὰ παρ’ Ὁμήρῳ Ἐρατοσθενης καὶ Κράτης ἔλεγον ἂν ἐπι τῶν ἐννέα Πριαμιδῶν τετάχθαι τὼ μὲν ζευγνύσθην ⁑image

msA, 24.39, commenting on 24.292 αἴτει δ’ οἰωνὸν ταχὺν : τὸ ἑξῆς αἴτει δ’ οἰωνὸν δεξιόν τὰ δὲ ἄλλα δια μέσου ⁑image

msA, 24.40, commenting on 24.292 ὅς τέ οἱ αὐτῷ· ἐγκλιτικῶς ἀναγινώσκουσι τὴν οι ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψίς ἐστι ὁμοίως τῷ ἀλλά οἱ αὐτῷ Ζεύς ⁑image

msA, 24.41, commenting on 24.293 φίλτατος οἰωνῶν : ὅτι Ζηνόδοτος γράφει καὶ οὗ ἔστι δὲ ἀντι τοῦ ἑαυτοῦ καὶ ἀδίαφορος ὁ λόγος . ⁑image

msA, 24.42, commenting on 24.304 χέρνιβον ἀμφίπολος· ἀθετεῖται ὅτι παρα τὸ σύνηθες αὐτῷ χέρνιβον τὸ ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ὕδωρ ὡς ἡμεῖς τοῦτο δὲ αὐτὸς εἴωθε καλλεῖν λέβητα · τὸ δε κατ τῶν χειρῶν διδόμενον ὕδωρ χέρνιβα · ἔνιοι δὲ διπλῇ σημειοῦνται ὡς ἅπαξ ἐνταῦθα εἰρημένῳ ⁑image

msAil, 24.9, commenting on 24.292@ταχὺν τεὸνimage

msAil, 24.10, commenting on 24.300@ἐφιεμένῃ εντελλομεimage

msAil, 24.11, commenting on 24.303@ἀκήρατον καθαρόνimage

msAim, 24.12, commenting on 24.292 ἐν ἄλλῳ εὸν άγγε ⁑image

msAim, 24.13, commenting on 24.295 γράφεται χαίρων ἐνι θυμῷ ⁑image

msAint, 24.2, commenting on 24.293 γράφεται μέγιστονimage