Manuscript msA, page 317r
| prev: 316v | next: 317v |
24.305 νιψάμενος δὲ . κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·1
24.306 εὔχετ’ ἔπειτα στὰς , μέσῳ ἕρκεϊ . λεῖβε δὲ οἶνον .1
24.307 οὐρανὸν εἰσανιδών· καὶ φωνήσας . ἔπος ηύδᾱ·
24.308 Ζεῦ πάτερ . ἴ̈δηθεν μεδέων· κύδιστε . μέγιστε·
24.309 δός μ’ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν . ἠδ’ ἐλεεινόν·
24.310 πέμψον δ’ οἰωνὸν ταχὺν ἄγγελον . ὅς τε σοὶ αὐτῷ1
24.311 φίλτατος οἰωνῶν· καί εὑ κράτος ἐστι μάλιστα·1
24.312 δεξιὸν . ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας .
24.313 τῷ πίσυνος . ἐπὶ νῆας ἴ̈ω Δαναῶν ταχυπώλων·
24.314 ὣς ἔφατ’ εὐχόμενος . τοῦ δ’ ἔκλυε μητίετα Ζεύς ·
24.315 αὐτίκα δ’ αἰετὸν ῆκε τελειότατον πετεηνῶν
24.316 μόρφνον . θὴρητῆρ’ . ὃν καὶ περκνὸν καλέουσιν·1, 2
24.317 ὅσση δ’ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
24.318 ἀνέρος ἀφνειοῖο , ἐϋκλήϊ̄σ ἀραρυῖα .1, 2, 3, 4
24.319 τόσσ’ ἄρα τοῦ ἑκάτερθεν έσαν πτερά· εἴσατο δέ σφιν1, 2
24.320 δεξιὸς ἀΐξας ὑπὲρ ἄστεος· οἰ δὲ ϊδόντες1
24.321 γήθησαν . καὶ πᾶσιν ἐνι φρεσὶ θυμὸς ἰ̈άνθη·
24.322 σπερχόμενος δ’ ὁ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου·1
24.323 ἐκ δ’ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου·
24.324 πρόσθεν μὲν ἡμίονοι ἕλκον . τετράκυκλον ἀπήνην .
24.325 τὰς Ϊδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν
24.326 ἵπποι , τοὺς ὃ γέρων ἐφέπων μάστιγι , κέλευε
24.327 καρπαλίμως κατὰ ἄστυ . φίλοι δ’ ἅμα πάντες ἕποντο
24.328 πὸλλ’ ὀλοφυρόμενοι , ὡς εἲ θάνατον δὲ κιόντα·
24.329 οἳ δ’ ἐπεὶ οὖν πόλιος κατέβαν . πεδίον δ’ ἀφίκοντο .1, 2
msA, 24.43, commenting on 24.306 εὔχετ’ ἔπειτα στὰς· ὅτι ἐλλείπει ἡ πρόθεσις ἀντι τοῦ ἐν μέσῳ ἐν μέσῳ έρκεϊ στὰς εὔχετο ⁑
msA, 24.44, commenting on 24.XXXX αὐτίκα δ’ αιετν ῆκε· ὅτι οὐ τὸν τῷ σώματι τέλειον ἀλλὰ τὸν ἐπιτελεστικώτατ ⁑
msA, 24.45, commenting on 24.316 μόρφνον ⁑ μόρφνον ὡς ὕπνον καὶ οὕτως ἔχει ἡ ἀνάγνωσις· εἴτε μορόφονός ἐστιν εἴτε παρα τὴν ορφνην εσχημάτισται πλεονάσαντος τοῦ μ κατ ἀρχὴν ἵνα σημαίνηται ὁ μέλας , εἴτε πα το μάρπτω μάρφνος ἐστι καὶ μόρφνος ὁ συλλαμβάνων ἐξ οῦ σημαίνεται ὁ ταχὺς κατ πάντα τρόπον ὀφείλει βαρύνεσθαι διά τε τοὺς σχηματισμοὺς καὶ τὸν χαρακτῆρα· τὰ γὰρ εἰς μος λήγοντα δισύλλαβα μὴ ἔχοντ παρασχηματισμὸν θηλυκοῦ γένους ἔχοντα δὲ προ τέλους τὴν ορ συλλαβὴν πάντα βαρύνεται ὑπεσταλμένων τῶν εἰς μος ληγόντων , οἷον χόρτος . φόρτος όρκος , ὄρθος τὸ μονογενές , πόρνος οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη · οὕτως δὲ θέλει καὶ τὸ πτόρθος · οὕτω μόρφνος παρεφύλαξα δὲ τὰ εἰς μος δια τὸ κορμός , φορμός · τὸ μέντοι περκνός ὀξύνεται ὁμοίως τῷ πυκνὸς . οὕτως καὶ ὁ Ἀσκαλωνιτ , μεταλαμβάνων εἰς τὸν μέλανα , καὶ ἐμοὶ δὲ δοκεῖ οὕτως ἔχειν ὑγιῶς ἐπεὶ οὐδε παραλήγετ τῇ ορ συλλαβῇ ὡς καὶ τὰ προκείμένα· ὁ μέντοι Ἀρίσταρχος · ἀετοῦ εῖδος καὶ βαρύνει ἀλλ’ οὖν γε ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν ⁑
msA, 24.46, commenting on 24.318 ἀνέρος ἀφνειοῖο : ὅτι δύναται καὶ κατα σύνθεσιν ἐυκλήϊς εὐεπίκλειστος χωρὶς δὲ τῷ ἀραρυῖα . δύναται δὲ καὶ κατα συναλιφὴν εὖ ταῖς κλισὶν ἀραρυῖα ⁑
msA, 24.47, commenting on 24.318 εὐκλήϊς ἄραῥύια Ἀρισταρχ ἐϋκλήϊς ὡς ἐυκνῆμις σύνθετον ποιῶν τὴν λέξιν οὕτως καὶ ὁ Ἀσκαλωνίτης εἰσὶ δὲ οἳ διεῖλον εὖ κληϊσ’ ἄραρυῖα οἷς συγκαττίθεται καὶ Τρύφων οὐκ εῦ ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν καὶ μη πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς , λέγω δὲ τὸ τῆς ἐκθλίψεως . ὃ δε φημὶ τοιοῦτόν ἐστιν ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ϊ τῆς δοτικῆς παρα τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς· κερκίδ’ ὕφαινε . χέρσ’ ἐρεται καὶ νῆεσ ἡγήσατ’ Ἀχαιῶν οὔ γε μὴν τὸ ἀπο τῶν εἰς ης ἐκτεταμένον θηλυκῶν . εἰ δ’ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατα τὴν ἀνάγνωσιν δηλον ὅτι συνθέτως ἀναγνωσόμεθ ὅπως μὴ πληθυντικοῦ δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν σημειώδη ⁑
msA, 24.48, commenting on 24.318 εἰ δὲ σύνθετόν ἐστι τὸ ἐϋκλήϊς καὶ παροξύνειν δεῖ αὐτὼ· μακρὸν γὰρ τὸ ϊ καὶ ἐν τῇ συνθέσει ὡς ἐν τῷ κ τῆς καθόλου φησὶν ὁ αὐτός . ἀπο γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν καὶ εν τῷ τρίτῳ δε τῶν Ὀνοματικῶν πε τῆς ἐκτάσεως αὐτῶν ταῦτα φησὶν · ἄλλως τε· εἰ ἐπιζητοῦσιν ἐκτεταμένον τὸ ϊ ἔχουσιν ἐν τῷ ἐϋκνήμις μελαμψήφις . καὶ εἰ τοῦτο φησὶ δῆλον ὅτι παροξύνεται ⁑
msA, 24.49, commenting on 24.319 έσαν πτερά , καταχρηστικῶς πτερὰ ἃ πτέρυγες· κυρίως δὲ εἰσὶ πτερὰ τὰ πτίλα ⁑
msA, 24.50, commenting on 24.329 οἰ δ’ ἐπεὶ οὖν πόλεος : αἱ ὑποστιγμαὶ κατέβαν , άφίκοντο · ἡ δὲ ἀνταπάδοσις πρὸς τὸ οἱ μὲν ὰρ άψορροι ⁑
msA, 24.58, commenting on 24.347 αισυμνητῆρι ἐοικῶς : οὕτως αἰσυμνητῆρι βασιλεῖ τὴν μορφὴν ἐοικώς καὶ ἀλλαχοῦ παναπάλῳ οἷοί τε ἀνάκτων παῖδες ἔασιν ⁑
msAext, 24.6, commenting on 24.329 πολίος
msAil, 24.12, commenting on 24.316@περκνὸν μέλαν
msAil, 24.13, commenting on 24.318@ἐϋκλήϊ̄ς εύκλειστος
msAil, 24.14, commenting on 24.319@τόσσ’ τηλικαῦτα
msAim, 24.14, commenting on 24.305 λειπ ἡ παρᾶ
msAim, 24.15, commenting on 24.310 ἐν αλλῳ ἐὸν ἄγγελο
msAim, 24.16, commenting on 24.311 γράφεται μέγιστον ⁑
msAim, 24.17, commenting on 24.320 γράφεται δι αστεος
msAim, 24.18, commenting on 24.322 γράφεται ὁ γερων ξερτοῦ ἐπεβίσετο ⁑