Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 317v

Manuscript msA, page 317v

image

prev: 317r next: 318r

Iliad text

24.330 οἳ μὲν ὰρ ἄψορροι ποτὶ Ἴ̈λιον ἀπονέοντο·image

24.331 παῖδες καὶ γαμβροί· τὼ δ’ οὐ λάθον εὐρύοπα Ζῆimage1

24.332 ν’ ἐς πεδίον προφανέντε· ἰ̈δὼν δ’ ἐλέησε γέροντα·image1

24.333 αῖψα δ’ ὰρ Ἑρμείᾱν υἱὸν φίλον ἀντίον ηύδᾱimage

24.334 Ἑρμείᾱ · σοὶ γάρ τε μάλιστά τε φίλτατόν ἐστινimage

24.335 ἀνδρὶ ἑταιρίσσαι· καί τ’ ἔκλυες ᾧ κ’ ἐθέλῃσθα·image1

24.336 βάσκ’ ΐθι· καὶ Πρίαμον κοίλᾱς ἐπὶ νῆας Ἀχαιῶνimage

24.337 ὣς ἄγαγ’ . ὡς μήτ’ άρ τις ἴ̈δῃ μήτ’ άρ τε νοήσῃimage1

24.338 τῶν ἄλλων Δαναῶν . πρὶν Πηλείωνα δ’ ϊκέσθαι·image

24.339 ὡς ἔφατ’ . οὐδ’ ἀπίθησε διάκτορος ἀργειφόντης·image1

24.340 αὐτίκ’ ἔπειθ’ ὑπο ποσσὶν ἐδήσατο καλὰ πέδιλα .image

24.341 ἀμβρόσια· χρύσεια . τά μιν φέρον . ἠμὲν ἐφ ὑγρὴν .image1, 2

24.342 ἠδ’ ἐπ ἀπείρονα γαῖαν . ἅμα πνοιῇς ἀνέμοιο·image

24.343 εἵλετο δὲ ῥάβδον . τῇ τ’ ἀνδρῶν ὄμματα θέλγειimage1

24.344 ὧν ἐθέλῃ , τοὺς δ’ αῦτε καὶ ὑπνώοντας ἐγείρει·image1

24.345 τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργειφόντης·image

24.346 αῖψα δ’ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ΐκανε·image1

24.347 βῆ δ ϊέναι κούρῳ αισυητῆρι ἐοικὼςimage1, 2

24.348 πρῶτον ὑπηνήτῃ· τοῦ περ χαριεστάτη ἥβη·image1, 2

24.349 οἱ δ’ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ . Ί̈λοιο ἔλασσαν .image

24.350 στῆσαν άρ’ ἡμιόνους τε καὶ ἵππους . ὄφρα πίοιενimage

24.351 ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν·image

24.352 τὸν δ’ ἐξ ἀγχιμόλοιο ἰ̈δὼν ἐφράσατο κῆρυξimage

24.353 Ἑρμείαν · ποτὶ δὲ Πρίαμον φάτο . φώνησέν τε·image

24.354 φράζεο Δαρδανίδη · φραδέος νόου ἔργα τέτυκται·image

Scholia text

msA, 24.51, commenting on 24.331-24.332 ‡ παῖδες καὶ γαμβροὶ· προς τὴν συναλιφὴν ὅτι ἐν δύο στίχοις , τὸ γὰρ πλῆρες ἐστι Ζῆνα ἐς πεδίον φανέντε ⁑image

msA, 24.52, commenting on 24.332 ν’ ἐς πεδίον προφανεντ · οὕτως τὴν συναλιφὴν διεῖλεν Ἀρίσταρχος ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θείς ⁑image

msA, 24.53, commenting on 24.339 ‡ τῶ ἄλλων Δαναῶν · ὅτι οὕτως εἴρηκεν Πηλείωνα δέ εἰς Πηλείωνα ἀντι τοῦ προς Πηλείωνα ⁑image

msA, 24.54, commenting on 24.341 ἀμβρόσια χρύσεια : ὅτι ἐνταυθ ὀρθῶς κεῖνται καὶ ἐπὶ τοῦ πρὸς Καλυψῶ διαπεραιουμένου Ἑρμοῦ · ἐν δὲ τῇ ῥαψωδίᾳ τῆς οὐκέτι ⁑image

msA, 24.55, commenting on 24.343 εἴλετο δὲ ῥάβδον : τὴν ῥάβδον συσταλτέον κατα τὴν πρώτην συλλαβὴν οὐχ ὅτι παρα τὸ ῥάπτω ἐγένετο ἔνθεν καὶ τὸ ῥαπίζω , ἀλλ ὅτι καὶ τὸ α προ τοῦ β συστέλλεσθαι θέλει ἅμβρος . Ἁβδηρος ἐπιγρᾰβδην · οὕτως οὖν ἐχέτω καὶ ἡ ῥάβδος δι’ ὁ τὸ ἀβάλε καὶ κατα τοῦτο ἐσημειοῦτο ⁑image

msA, 24.56, commenting on 24.348 πρῶτον ὑπηνητῃ : μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδὸς ἁβρότερον μὲν ἡ κατ ἄνδρα γενναιότερον δὲ ἡ κατ παιδ ⁑image

msA, 24.57, commenting on 24.348 περι τοὺς τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως . καὶ μύσταξ μὲν αἱ επι τοῦ ἄνω χείλους τρίχες· τὸ δε κάτω πάππος τὸ δὲ ἐξ αμφοῖν ὑπήνη ὡς τὸ καὶ μολύνων τὴν ὑπήνην οἱ δὲ κοινῶς εἶπον τὸ γένειον πρώτον ὑπηνήτῃ ἀρχομένῳ γενειαζειν ⁑image

msAil, 24.15, commenting on 24.335@ἑταιρίσσαι φίλον γενέσθαι καὶ ἑταῖρονimage

msAil, 24.16, commenting on 24.341@φέρον ουτ δια τοῦ ο φερονimage

msAim, 24.19, commenting on 24.331 ἐν τῃ Χίᾳ καταβάντε ⁑image

msAim, 24.20, commenting on 24.344 ουτ Ἀρίσταρχ δια τοῦ ε . αἱ δε κοιναὶ δια τοῦ η ἐθέλη ⁑image

msAim, 24.21, commenting on 24.346 ἐν αλλῳ αῖψα δ’ ὰρ ἐς Τροίην ⁑image

msAint, 24.3, commenting on 24.337 οτ ἴδῃ καὶ νοήσῃ παραλλήλως ταυτόν εστ ⁑image

msAint, 24.4, commenting on 24.347 Ἀρισταρχ ἐσυμνητῆρι τουτεστ βασιλικῷ ⁑image