Manuscript msA, page 318r
| prev: 317v | next: 318v |
24.355 ἄνδρ’ ὁρόω . τάχα δ’ ἄμμε διαρραίσεσθαι ὀΐω·
24.356 ἀλλ’ ἄγε δὴ φεύγωμεν ἐφ ἵππων . ἤ μιν ἔπειτα
24.357 γούνων ἁψάμενοι· λιτανεύσομεν . αἴ κ’ ἐλεήσῃ·
24.358 ὣς φάτο . σὺν δὲ γέροντι νόος χύτο· δείδιε δ’ αἰνῶς·
24.359 ὀρθαὶ δὲ τρίχες ἔσταν , ἐπὶ γναμπτοῖσι μέλεσσι·
24.360 στῆ δὲ ταφών· αὐτὸς δ’ ἐριούνιος ἐγγύθεν ἐλθὼν .
24.361 χεῖρα γέροντος ἑλὼν . ἐξείρετο . καὶ προσέειπε·
24.362 πῇ πάτερ ὧδ’ ἵππους τε καὶ ἡμιόνους ἰ̈θύνεις
24.363 νύκτα δι’ ἀμβροσίην· ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι·
24.364 οὐδὲ σύ γ’ ἔδδεισας μένεα πνείοντας Ἀχαιοὺς .
24.365 οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι·
24.366 τῶν εἴ τίς σε ἴ̈δοιτο θοὴν διa νύκτα μέλαιναν
24.367 τοσσάδ’ ὀνείατ’ ἄγοντα , τίς ἂ̆ν δή τοι νόος εἴη·1
24.368 οὔτ’ αὐτὸς νέος ἐσσὶ γέρων δέ τοι οὗτος ὀπηδεῖ
24.369 ἄνδρ’ ἐπαμύνασθαι . ὅτε τις πρότερος χαλεπήνῃ·1
24.370 ἀλλ’ ἐγὼ οὐδέν σε ῥέξω κακὰ , καὶ δέ κεν ἄλλον ,1, 2
24.371 σεῦ ἀπαλεξήσαιμι , φίλῳ δέ σε πατρὶ ἐΐσκω·
24.372 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
24.373 οὕτω πῃ τάδε γ’ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις·1
24.374 ἂλλ’ εἴ τις καὶ ἐμεῖο θεῶν . ὑπερέσχεθε χεῖρα·1, 2
24.375 ὅς μοι τοιόνδ’ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι .
24.376 αἴσιον . οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητὸς·1
24.377 πέπνυσαί τε νόῳ· μακάρων δ’ ἔξεσσι τοκήων·1
24.378 τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργειφόντης·
24.379 ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
msA, 24.59, commenting on 24.367 τόσσα δ’ ὀνείατ’ άγοντα : ὅτι οὐ πάντως βρώματα τὰ ὀνείατα ὡς οἱ Γλωσσογράφοι ἀλλα πάντα τὰ ὄνησίν τινα περιποιοῦντα ὡς νῦν τὰ δῶρα . καὶ ὅτι ἄγοντα εἴρηκεν οὐ φέροντα οὐ γὰρ αὐτὸς ἐβαστάζεν ⁑
msA, 24.60, commenting on 24.376 αίσιον οἷος δὴ σὺ δέμας· οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ θεῶν ἐνομίζοντο παῖδες ⁑
msA, 24.61, commenting on 24.377 μακάρων δ’ ἔξεσσι· ἐκγέγονας· ἡ ἐκ μακάρων ἐσσί ἐκ γὰρ τῆς όψεως στοχάζεται ⁑
msAext, 24.7, commenting on 24.369 ρητορικός
msAext, 24.8, commenting on 24.374 αλλ ετι τίς
msAim, 24.22, commenting on 24.370 γράφεται εἰ δέ κεν ἡ διπλῆ δέ οτ τὸ δεν παρελκετ ⁑
msAim, 24.23, commenting on 24.373 ουτ δια τοῦ π οὕτω πη · ἐν δέ τισι δια τοῦ δ ούτω δὴ ⁑
msAint, 24.5, commenting on 24.370 γράφεται κακoν
msAint, 24.6, commenting on 24.374 γράφεται ἀλλ’ έτι τίς ⁑