Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 318v

Manuscript msA, page 318v

image

prev: 318r next: 319r

Iliad text

24.380 ἂλλ’ ἄγε μοι τόδε εἰπὲ , καὶ ἀτρεκέως κατάλεξον·image

24.381 ἢ έπῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰimage1

24.382 ἄνδρας ἐς ἀλλοδαποὺς , ἵνα περ τάδε τοι σόα μίμνῃ .image

24.383 ἠ ἤδη πάντες καταλείπετε καταλείψετε Ἴ̈λιον ϊρὴνimage1

24.384 δειδιότες . τοῖος γὰρ ἀνὴρ ὥ’ριστος ὄλωλε .image

24.385 σὸς πάϊς . οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ’ Ἀχαιῶν ·image

24.386 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·image

24.387 τίς δὲ σὺ ἐσσι φέριστε . τέων δ’ ἔξεσσι τοκήων·image

24.388 ὥς μοι καλὰ τὸν οἶτον , ἀπότμου παιδὸς ἔνισπες·image1, 2

24.389 τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργειφόντης :image

24.390 πειρᾷ ἐμοῖο γεραιὲ , καὶ εἴρεαι Ἕκτορα δῖον .image

24.391 τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἐνι κυδιανείρῃimage

24.392 ὀφθαλμοῖσιν ὄπωπα . καὶ εὖτ’ ἐπὶ νηὺσὶν ἐλάσσαςimage

24.393 Ἀργείους . κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·image

24.394 ἡμεῖς δ’ ἐσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺςimage1

24.395 εἴᾱ μάρνασθαι κεχολωμένος Ἀτρείωνι ·image1

24.396 τοῦ γὰρ ἐγὼ θεράπων . μία δ’ ἤγαγε νηῦς εὐεργής·image

24.397 Μυρμιδόνων δ’ ἔξ εἰμι . πατὴρ δέ μοι ἐστὶ Πολύκτωρ ·image

24.398 ἀφνειὸς μὲν ὅ δ’ ἐστὶ . γέρων δὲ δὴ ὡς σύ περ ὧδε·image

24.399 ἓξ δέ οἱ υἷες ἔασιν· ἐγὼ δὲ οἱ ἕβδομός εἰμι·image1

24.400 τῶν μέτα παλλόμενος , κλήρῳ λάχον ἐνθάδ’ ἕπεσθαι·image1, 2

24.401 νῦν δ’ ἦλθον πεδίον δ’ ἀπὸ νηῶν· ἠῶθεν γὰρimage

24.402 θήσονται περι ἄστυ μάχην ἐλίκωπες Ἀχαιοί ·image

24.403 ἀσχαλόωσι γὰρ οἵ̂δε καθήμενοι . οὐδε δύνανταὶimage

24.404 ἴ̈σχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν ·image

Scholia text

msA, 24.62, commenting on 24.381 ἠέ πῃ ἐκπέμπεις· βέλτιον ἀφ ετέρας ἀρχῆς τὴν πεῦσιν γίνεσθαι· ἆρα ἐκπέμπεις ⁑image

msA, 24.63, commenting on 24.388 ὥς μοι καλὰ τὸν οῖτον : εἰ μὲν θαυμαστικῶς λέγοι τοῦτο ἀπ ἄλλης ἀρχῆς . εἰ δὲ μὴ τοῖς ἄνω συναπτέον ⁑image

msA, 24.64, commenting on 24.388 ἀπότμου παιδὸς ἔνισπες· ἔνισπες ὡς ἔδραμες ἔστι γὰρ ὁριστικὸν ἐκ τοῦ ήνισπες τὴν ἄρχουσαν συστείλαντ · τὸ μέντοι προστακτικὸν προ τέλους ἔχει τὴν ὀξεῖαν σὺ δ’ ἀληθῶς ἐνίσπες ὁμοιως τῷ ἐπίσχες . καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ϊ ἐστὶ τῆς προθ ὅπου δὲ τοῦ ῥήματ . τὸ μέντοι ἄνευ τοῦ ς προστακτικὸν προπαροξύνεται· λέγω δὲ τὸ νημερτὲς μοι ἔνισπε ⁑image

msA, 24.65, commenting on 24.400 τῶν μέτα παλλόμενος· τῶν μετα ἀναστρέφουσι τὴν πρόθεσιν ἔστι γὰρ μετα τῶν ⁑image

msAim, 24.24, commenting on 24.383 οτ θηλυκως τὴν Ἴλιον ⁑image

msAim, 24.25, commenting on 24.394 οτ αντ ἐθέωμεθαimage

msAim, 24.26, commenting on 24.399 γράφεται ἓξ δὲ τῷimage

msAim, 24.27, commenting on 24.400 ουτ τῶν μετα ⁑image

msAint, 24.7, commenting on 24.395 οτ ἀντιφράζει τὸν χόλον τῆ μήνιδϊ ⁑image