Manuscript msA, page 319r
| prev: 318v | next: 319v |
24.405 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·
24.406 εἰ μὲν δὴ θεράπων Πηληιάδεω Ἀχιλῆος
24.407 εἶς , ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον·
24.408 εἰ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς· ἠέ μιν ἤδη
24.409 ᾗσι κυσὶν μελειστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς ·
24.410 τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργειφόντης
24.411 ὦ γέρον· οὔ πω τόν γε κύνες φάγον· οὐδ’ οἰωνοί ,
24.412 ἀλλ’ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηὶ
24.413 αὑτως ἐν κλισίῃσι δυωδεκάτη δέ οἱ ἠὼς·
24.414 κειμένῳ· οὐδέ τί οἱ χρὼς σὴπεται· οὐδέ μιν εὐλαὶ
24.415 ἔσθουσ’ αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·
24.416 ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
24.417 ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανείη·
24.418 οὐδέ μιν αἰσχύνει· θείοιό κεν αὐτὸς ἐπελθὼν .
24.419 οἷον ἐερσήεις κεῖται· περὶ δ’ αἷμα νένιπται ,
24.420 οὐδέ ποθι μιαρὸς· σὺν δ’ ἕλκεα πάντα μέμϋκεν .
24.421 ὅσσ’ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν·
24.422 ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἐῆος
24.423 καὶ νέκυός περ ἐόντος· ἐπί σφι φίλος περὶ κῆρι·
24.424 ὣς φάτο γήθησεν δ’ ὁ γέρων , καὶ ἀμείβετο μύθῳ·
24.425 ὦ τέκος ἦ ῥ’ ἀγαθὸν καὶ αἰνέσιμα δῶρα διδοῦναι
24.426 ἀθανάτοις ἐπεὶ οὔ ποτ’ ἐμὸς πάϊς· εἴ ποτ’ ἔην γε
24.427 λήθετ’ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι
24.428 τῷ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ
24.429 ἀλλ’ ἄγε δὴ καὶ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον .
No texts matching urn:cts:greekLit:tlg5026: