Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 319v

Manuscript msA, page 319v

image

prev: 319r next: 320r

Iliad text

24.430 αὐτόν τε ῥῦσαι πέμψον δέ με σύν γε θεοῖσινimage

24.431 ὄφρα κεν ἐς κλισίην Πηληιάδεω ἀφίκωμαι·image

24.432 τόν δ’ αὖτε προσέειπε διακτορος ἀργειφόντης·image

24.433 πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου . οὐδέ με πείσειςimage

24.434 ὅς με κέλῃ σεῖο δῶρα πάρεξ Ἀχιλῆα δέχεσθαι·image

24.435 τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι πέρι κῆρι·image

24.436 σϋλεύειν μή τι μοι κακὸν μετόπισθε γένηταιimage

24.437 σοὶ δ’ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην·image

24.438 ἐνδυκέως ἐν νηὶ θοῇ ἢ πεζὸς ὁμαρτέων·image

24.439 οὐκ ἄν τις τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτοimage

24.440 ἦ καὶ ἁναΐξας ἐριούνιος ἅρμα καὶ ἵππουςimage

24.441 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσὶνimage

24.442 ἐν δ’ ἔπνευσ’ ἵπποισι καὶ ἡμιόνοις μένος ἠύ·image

24.443 ἀλλ’ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον . ἵκοντοimage

24.444 οἱ δὲ , νέον περὶ δόρπα φυλακτῆρες πονέοντοimage

24.445 τοῖσι δ’ ἐφ’ ὕπνον ὄρουσε διάκτορος ἀργειφόντηςimage

24.446 πᾶσιν· ἄφαρ δ’ ὤιξε πύλας καὶ ἀπῶσεν ὀχῆας·image

24.447 ἐς δ’ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ’ ἀπ’ ἀπήνης .image

24.448 ἀλλ’ ὅτε δὴ κλισίην Πηληιάδεω ἀφίκοντοimage

24.449 ὑψηλήν τὴν Μυρμιδόνες ποίησαν ἄνακτιimage

24.450 δοῦρ’ ἐλάτης κέρσαντες ἀτὰρ καθύπερθεν ἔρεψαν·image

24.451 λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντεςimage

24.452 ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτιimage

24.453 σταυροῖσιν πυκινοῖσι θύρην δ’ ἐῖχε μοῦνος ἐπιβλὴςimage

24.454 εἰλάτινος· τὸν τρεῖς μὲν ἐπιρρήσεσκον Ἀχαιοίimage

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: