Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 31r

Manuscript msA, page 31r

image

prev: 30v next: 31v

Iliad text

2.338 νηπιάχοις . οἷς οὔ τι μέλει πολεμήϊα ἔργαimage

2.339 πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν :image1, 2

2.340 ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν .image1

2.341 σπονδαί τ’ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν :image1

2.342 αύτως γάρ ῥ’ ἐπέεσσ’ ἐριδαίνομεν , οὐδέ τι μῆχοςimage

2.343 εὑρέμεναι δυνάμεσθα : πολὺν χρόνον ἐνθάδ’ ἐόντες :image

2.344 Ἀτρείδη : σὺ δέ θ’ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴνimage

2.345 ἄρχευ , Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας :image

2.346 τοῦσδε δ’ ἔα φθινύθειν ἕνα καὶ δύο : τοί κεν , Ἀχαιῶν image1, 2

2.347 νόσφιν βουλεύωσ’ . ἄνυσις δ`’ οὐκ ἔσσεται αὐτῶνimage1, 2

2.348 πρὶν Ἄργος δ’ ϊέναι . πρὶν καὶ Διὸς αἰγιόχοιοimage1

2.349 γνώμεναι . εἴ τε ψεῦδος ὑπόσχεσις , εἴ τε καὶ οὐκί :image1, 2

2.350 φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα image

2.351 ἤματι τῷ , ὅτε , νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινονimage1

2.352 Ἀργεῖοι : Τρώεσσι φόνον καὶ κῆρα φέροντες :image

2.353 ἀστράπτων ἐπιδεξὶ’ , ἐναίσιμα σήματα φαίνων :image1, 2

2.354 τῶ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι .image

2.355 πρίν τινα παρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι .image1

2.356 τίσασθαι δ`’ Ἑλένης ὁρμήματά τε στοναχάς τε :image1, 2

2.357 εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι ,image

2.358 ἁπτέσθω ἧς , νηὸς ἐϋσσέλμοιο μελαίνης .image

2.359 ὄφρα πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ :image1, 2

2.360 ἀλλὰ ἄναξ . αὐτός τ’ εὖ , μήδεο : πείθεό τ’ ἄλλῳ :image1

2.361 οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττι κεν εἴπω :image

2.362 κρῖν’ ἄνδρας κατα φῦλα , κατα φρήτρας Ἀγάμεμνον .image

Scholia text

msA, 2.483, commenting on 2.340 ‡ πῃ δὴ συνθεσίαι τε : τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται τοῦ ἁπῆλθον αἱ συνθήκαι καὶ τὰ ὅρκια σπονδαί τε καὶ δεξιαὶ ἵν ᾖ καὶ τὸ βήσετε ἀντι τοῦ ἔβησαν καὶ τὸ γενοίατο ἀντι τοῦ γένοιτο : καὶ τὸ ἐριδαίνομεν ἀντι παρῳχημένου ἵν ἥ μάχην εφιλονείκουν ἐν λόγοις μόνον ὑπισχνούμενοι καὶ τὸ ἀγοράασθε ἀντι τοῦ ἠγοράασθε τότε ὅτε συνετίθεσθαι τῶ Ἀγαμέμνονιimage

msA, 2.485, commenting on 2.339 πῇ δὴ συνθεσίαι τε· τῶν ἐκ τῆς Ἑλλάδος ἀρίστων ἐπι μνηστείαν τῆς Ἑλένης παρόντων δια γενόμενος καὶ τὸ κάλλος Τυνδάρεως ὁ πηρ αὐτῆς ὥς τινες φασὶ φυλασσόμενος μή ποτε ἕνα αὐτὸν προκρίνας τοὺς ἄλλους ἐχθροὺς ποιήσῃται : κοινὸν αὐτὸν ἔλαβεν όρκον ἠ μῆν τῷ ληψομένω τὴν παῖδα ἀδικουμένῳ περι αυτὴν σφόδρα πάντας ἐπαμύνειν : διὅπερ Μενελάῳ αὐτὴν ἐκδίδωσιν : καὶ μετ ου πολὺ ἁρπασθείσης αὐτῆς ὑπο Ἀλεξανδρου ἐκοινώνησαν τῆ στρατείᾳ δια τοὺς γενομένους όρθρους ἡ ἱστορία παρὰ Στησϊχόρω ⁑image

msA, 2.486, commenting on 2.341 σπονδαί τ’ ἄκρητοι· ὅτι ὅταν λέγῃ ἐν ἄλλοις κρητῆρι δὲ οἶνον μίσγον οὐ σημαίνει τὸ ὕδατι κιρνασθαι ἀλλα τῶν τῶν Τρῶων καὶ τῶν Αχαιῶν μίσγον ⁑image

msA, 2.487, commenting on 2.347 ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν· ἐντελῆς δὲ πρᾶξις οὐ γενήσεται αὐτῶν ὥστε προ τοῦ δέοντος χρόνου πορευθῆναι ἡμᾶς εἰς τὴν Πελοπόννησον πρὶν γνῶμεν τὴν Διὸς γνώμην : τὸ δὲ α προ τοῦ ν ψιλοῦται πλὴν τοῦ ἁνδάνω ⁑image

msA, 2.488, commenting on 2.348 πρὶν Ἄργος δ’ ϊέναι· ἀμφιβολος ὁ λόγος διαστελλόντων ἡμῶν ἐπι τὸ αυτὸ ἠ συναπτόντων μέχρι τοῦ ϊέναι ἤτοι γὰρ ὃ λέγει τοῦτό ἐστιν : οὐδὲν ἐπινοήσουσιν ὥστε ὑποστρέψαι αὐτοὺς πρὶν τέλος ποιήσασθαι τοῦ πολέμου . ἠ τοῦτο ‘ἀνύσουσι δὲ οὐδεν πρὶν ὑποστρέψαι τὲ ἡμᾶς καὶ πρὶν τέλος εὑρέσθαι τοῦ πολέμου ἀντεστραμμένου τοῦ λόγου ⁑image

msA, 2.489, commenting on 2.346 ἕνα καὶ δύο : εὐφυέστερον αἰνίττεται Ἀχιλλέα καὶ Πάτροκλον : ἕτεροι δὲ ἕνα καὶ δύο ἀντι τοῦ Θερσίτην καὶ ἕτερον τοιουτον ⁑image

msA, 2.490, commenting on 2.349 γνώμεναι εἴ τε ψεῦδος ὅτι δια τοῦ κ καὶ οὐ δια τοῦ χ ·image

msA, 2.491, commenting on 2.349 εἴτε ψευδος ὑπόσχεσις· ταῦτα παρα τοῖς Στωϊκοῖς λεκτὰ καλοῦνται τὰ προς τὴν σημασίαν φερόμενα : ψευδος τὸ επαγγελμα ⁑image

msA, 2.492, commenting on 2.353 αστράπτον ἐπιδεξι’ , ὅτι ἀκατα˙λλήλως θέλει γὰρ κατανεῦσαι ἀστράπτοντα διασταλτέον δὲ βραχὺ ἐπιδεξι’ ἀσύνδετος γὰρ ὁ λόγος λείποντος τοῦ και καὶ ἀστράπτων καὶ φαῖνων ⁑image

msA, 2.493, commenting on 2.353 πριν τινα περ Τρώων οὕτως Ἀρίσταρχος δια τοῦ ε καὶ τὰ ὑπομνήματα·image

msA, 2.494, commenting on 2.356 τίσασθαι δ’ Ἑλένης· προς τοὺς Χωρίζοντας ἔφασαν γὰρ τὸν μὲν τῆς Ἰλιάδος ποιητὴν δυσανασχετοῦσαν συνιστάνειν καὶ στένουσαν δια τὸ βίᾳ ἀπῆχθαι ὑπο τοῦ Ἀλεξάνδρου τὸν δε τῆς Ὀδυσσείας ἑκοῦσαν οὐ νοοῦντες ὅτι οὐκ έστιν επ αυτῆς ὁ λόγος ἀλλ’ έξωθεν πρόθεσιν τὴν περὶ δεῖ λαβεῖν ἵ¨ν ᾖ περι Ἑλένης . καὶ ἐστιν ὁ λόγος τιμωρίαν λαβεῖν ἀνθ ῶν ἐστενάξαμεν καὶ ἐμεριμνήσαμεν περι Ἑλένης παραλειπτικὸς γὰρ προθέσεων ἐστιν ὁ ποιητής ⁑image

msA, 2.495, commenting on 2.356 ὁρμήματα . μεριμνήματα ὡς αὐτῆς ἀκουσίως παρα τοῖς πολεμίοις οὔσης ἵνα ἀξιόχρεως ἦ βοηθεῖσθαι ⁑image

msA, 2.496, commenting on 2.359 θάνατον καὶ πότμον : εὐθὶς προπάντων εκεῖνος ἐπὶ θάνατον ἔλθῃ καὶ ἀναπληρώσῃ τὴν εἰμαρμένην ⁑image

msA, 2.497, commenting on 2.359 ἀλλὰ ἄναξ : αὐτος τ’ εῦ : ἀποστρέφει τὸν λόγον ἀπο τῶν Ἑλλήνων προς τὸν Ἀγαμέμνονα καὶ καλεῖται τὸ σχῆμα ἀποστροφή ⁑image

msAext, 2.503, commenting on 2.351 ἐπωκυποροισινimage

msAil, 2.502, commenting on 2.355 ἀντὶ Τρῶοςimage

msAim, 2.498, commenting on 2.347 ὅτι βουλεύωσιν αἱ Αριστάρχου ·image

msAim, 2.499, commenting on 2.350-2.352 διασταλτεον επι τὸ Κρονίω ν επι δε τὸ φεροντες ὑποστιγμη ⁑image

msAint, 2.500, commenting on 2.346 ἕν ἐστι τὸ τοῦσδε διὸ προπερισπαστέον : ⁑image

msAint, 2.501, commenting on 2.360 τὸ σχημα ἀποστροφη ⁑image