Manuscript msA, page 31v
prev: 31r | next: 32r |
2.363 ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ : φῦλα δὲ φύλοις :
2.364 εἰ δέ κεν ὡς έρξῃς . καί τοι πείθονται Ἀχαιοί ,
2.365 γνώσῃ ἔπειθ’ . ὅς θ’ ἡγεμόνων κακὸς . ὅς τέ νυ λαῶν .
2.366 ἢδ’ ὅς κ’ ἐσθλὸς ἔῃσι . κατα σφέας γὰρ μαχέονται :
2.367 γνώσεαι δ’ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις
2.368 ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο :1, 2
2.369 τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων .
2.370 ῆ μὰν αὖτ’ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν :
2.371 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον .1
2.372 τοιοῦτοι , δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν :
2.373 τῶ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος1, 2
2.374 χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε :1
2.375 ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκεν .
2.376 ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει :
2.377 καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα κούρης1
2.378 ἀντιβίοις ἐπέεσσιν . ἐγὼ δ’ ἦρχον χαλεπαίνων :
2.379 εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν , οὐκέτ’ ἔπειτα
2.380 Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν .1
2.381 νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον , ἵνα ξυνάγωμεν Ἄρηα :1
2.382 εὖ μέν τις δόρυ θηξάσθω . εὖ , δ’ ἀσπίδα θέσθω :1
2.383 εὖ , δέ τις ἵ̈πποισιν δεῖπνον δότω ὠκυπόδεσσιν :
2.384 εὖ , δέ τις ἅρματος ἀμφὶς ἰ̈δὼν , πολέμοιο μεδέσθω :
2.385 ὥς κε , πανημέριοι στυγερῷ κρινώμεθ’ Ἄρηϊ :1, 2
2.386 οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ’ ἠβαιὸν .
2.387 εἰ μὴ νὺξ ἐλθοῦσα διακρίνεει μένος ἀνδρῶν :1
msA, 2.504, commenting on 2.368 ἢ ἀνδρῶν κακότητι Πτολεμαῖος περισπᾷ τὸν ἦ διαπορητικὸν ἐκδεχόμενος εἰσὶ δὲ οἳ ὀξύνουσιν ὥσπερ καὶ οἱ περι τὸν Ἀλεξίωνα ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν η ·
msA, 2.505, commenting on 2.368 καὶ ἀφραδίη πολέμοιο ἐζήτηται δια τί ταύτην τὴν τάξιν προ πολλοῦ μὴ ὑπετίθετο ὁ Νέστωρ ἤτοι ὅτι πάλαι μὲν Ἀχιλλεὺς φιλόσοφος ὣν τῶν Ἑλλήνων ἤρκει προσ τὸ συνέχειν τοὺς βαρβάρους καὶ καλῶς ἐκείνῳ θαρρῶν οὐκ εποίει τοῦτο νῦν δὲ αὐτοῦ μηνιόντος εἰκότως ἀσφαλευτέραν διάταξιν εἰσάγει ⁑
msA, 2.506, commenting on 2.371 αἲ γὰρ Ζεῦ τε περ καὶ Ἀθηναίη : ἐντεῦθεν τινὲς ὀνομάζουσιν Ἀθηναῖον γεγονέναι τὸν ποιητὴν τὸ γὰρ Ἀθηναίη Ἀττικὸν καὶ ἴδιον εἶναι τὸν όρκον φασὶ τῶν Ἀθηναίων ⁑
msA, 2.507, commenting on 2.373 τῶ κε τάχ’ ἠμύσειε· τὸ τῶ πολλὰ σημ ἐπι μὲν τοῦ τοιούτου περισπᾶται καὶ τὸ ϊ οὐκ ἔχει ⁑
msA, 2.508, commenting on 2.374 ἁλοῦσα τε περθομένη τε· ἐζητηται δια τί Ὀδυσσέως κατασχόντος διαλόγον τοὺς όχλους καὶ τοιοῦτον πρᾶγμα συνετὸν καὶ σπουδαῖον ποιήσαντος , ὁ βασιλεὺς , νῦν δύναμιν ἐν τῶ λέγειν δύναμιν προσμαρτυρεῖ ἤτοι ὅτι ὡς δυναμικωτέρῳ προκατειλημμένων τῶν ἐπιχειρημάτων Ἀθηνᾶ τε καὶ Ὀδυσσεῖ ὅμως εὐπορῆσαι λόγον : ἠ ὅτι ὁ μὲν μόνον ὠνείδισεν : Νέστωρ δὲ συν τῇ διατάξει καὶ συμβουλίᾳ καὶ τὰς ἀστραπὰς εἶπεν βεβαιότερον γὰρ νίκης φῶς ⁑
msA, 2.509, commenting on 2.380 οὐδ’ ἠβαιον· οἱ μὲν τὸ πληρες φασὶ βαιόν οἱ δε ηβαιόν : ἐστι δὲ εἰπεῖν ὅτι παρὰ μὲν τῷ ποιητῇ ἀπο τοῦ η ποιεῖν τὴν ἀρχὴν , ἀεὶ ἐλθόντες δ’ ἠβαιόν παρα μέντοι τοῖς νεωτέροις δισσῆ ἡ χρῆσις βαιὸν ὑπερ Ποταμοῖο καὶ Καλλίμαχος δὲ ἠβαιὴν οὔτι κατὰ πρόφασιν ⁑
msA, 2.510, commenting on 2.381 νῦν δ’ ἔρχεσθ’ ἐπι δειπνον . δειπνον τὸ εωθινὸν ἄριστον ὃ δι ανάγκην προ τοῦ δέοντος ποιοῦνται δόρπον δὲ τὸ εσπερινόν δοροπόν τι ὢν τὸ μετα τὴν παῦσιν τῶν δοράτων διδόμενον . τὸ δὲ δεῖπνον ἐσθ’ ότε πᾶσαν τροφήν : Αἰσχύλος δὲ κακῶς . ἄριστα δεῖπνα δόρπα θ’ αιρεῖσθαι ⁑
msA, 2.511, commenting on 2.382 εὖ μέν τις δόρυ . δύο συνέπλεξε σχήματα ὁμοιοτέλευτον καί ἐπαναφορὰν ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν λέξιν καταλῆγον δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων ⁑
msA, 2.512, commenting on 2.385 ὥς κε πανημέριοι : ὅτι παρεληλυθυίας λέγει τῆς ἡμέρας ἤδη τὸ πανημέριοι ἐπι τοῦ ἀπολείποντος αὐτοῦ μέρους καὶ οὐ πάντως τὸ ἀπ ανατολῆς μέχρι δύσεως λέγει πρόπαν ῆμαρ ⁑
msA, 2.513, commenting on 2.385 κρινώμεθ’ Ἄρηϊ τούτῳ τῷ ὀνόματι τετραχῶς κεχρηται ὁ ποιητής : ἐπι μὲν τοῦ πολέμου ὡς ἐνταῦθα : ἐπι δε τοῦ σιδήρου αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν καὶ ἐνθά δ’ ἔπειτ’ ἀφίειμένος ὄβριμον Ἄρης : ἐπι δε αὐτοῦ τοῦ θεοῦ οὕτως καὶ δ’ αύτ’ ἡκυμάμυια ἄγει βροτολοιγὸν Ἄρηα καὶ πάλιν ἐς δὲ Τρῶας Ἄρης κορυθαιόλος πόλεμον δέ : ἐπι δὲ τῆς πληγῆς . ἔνθα μάλιστα γίνεται Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν ⁑
msAext, 2.516, commenting on 2.387 διακρινέει
msAim, 2.514, commenting on 2.373 απο τῶν ὀφθαλμῶν οἳ σὺν τῷ μύειν τοῦ φωτὸς στερίσκονται ⁑ ⁑
msAim, 2.515, commenting on 2.377 δια τοῦ η αἱ Αριστάρχου καὶ ἔστιν ὁμοιον τῷ μαχήσονται περὶ σεῖο ⁑ ⁑