Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 320r

Manuscript msA, page 320r

image

prev: 319v next: 320v

Iliad text

24.455 τρεῖς δ’ ἀναοίγεσκον μεγάλην κληῗδα θυράωνimage

24.456 τῶν ἄλλων· Ἀχιλεὺς δ’ ἐπιρρήσσεσκε καὶ οἷος·image

24.457 δή ῥα τόθ’ Ἑρμείας ἐριούνιος ᾦξε γέροντιimage

24.458 ἐς δ’ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλείωνι ·image

24.459 ἐξ ἵππων δ’ ἀπέβαινεν ἐπὶ χθονὶ φώνησέν τε·image

24.460 ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα·image

24.461 Ἑρμείας σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν .image

24.462 ἀλλ’ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι οὐδ’ Ἀχιλῆοςimage

24.463 ὀφθαλμοὺς εἴσειμϊ· νεμεσητον δέ κεν εἴη·image

24.464 ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·image

24.465 τύνη δ’ εἰσελθὼν λάβε γούνατα Πηλείωνοςimage

24.466 καὶ μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠυκόμοιοimage

24.467 λίσσεο καὶ τέκεος ἵνά οἱ σὺν θυμὸν ὀρίνης·image

24.468 ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπονimage

24.469 Ἑρμείας · Πρίαμος δ’ ἐξ ἵππων ἄλτο χαμάζε .image

24.470 Ἰδαῖον δὲ κατ’ αὐθι λίπεν· ὁ δὲ μίμνεν ἐρύκωνimage

24.471 ἵππους ἡμιόνους τε· γέρων δ’ ἰθὺς κίεν οἴκου·image

24.472 τῇ ῥ’ Ἀχιλεὺς ἵζεσκε Διὶ φίλος· ἐν δέ μιν αὐτὸνimage

24.473 εὗρ’ ἕταροι δ’ απάνευθεν καθήατο· τὼ δὲ δύ’ οἴωimage

24.474 ἥρως Αὐτομέδων τε καὶ Ἄλκϊμος ὄζος Ἄρηοςimage

24.475 ποίπνυον παρεόντε· νέον δ’ ἀπέληγεν ἐδωδῆς·image

24.476 ἔσθων καὶ πίνων ἔτι καὶ παρέκειτο τράπεζα·image

24.477 τοὺς δ’ ἔλαθ’ εἰσελθὼν Πρίαμος μέγας ἄγχι δ’ ἄρα στάςimage

24.478 χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖραςimage

24.479 δεινὰς ἀνδροφόνους , αἵ οἵ πολέας κτάνον υἷας .image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: