Manuscript msA, page 320v
| prev: 320r | next: 321r |
24.480 ὡς δ’ ὅταν ἄνδρ’ ἄτη πυκινὴ λάβῃ· ὅς τ’ ἐνὶ πάτρῃ
24.481 φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
24.482 ἀνδρὸς ἐς ἀφνειοῦ· θάμβος δ’ ἔχει εἰσορόωντας .
24.483 ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·
24.484 θάμβησαν δὲ καὶ ἄλλοι· ἐς ἀλλήλους δὲ ἴδοντο·
24.485 τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·
24.486 μνῆσαι πατρὸς σεῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ ·
24.487 τηλίκου . ὥς περ ἐγὼν ὀλοῷ ἐπὶ γήραος οὐδῷ
24.488 καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες
24.489 τείρουσ’ οὐδὲ τις ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι·
24.490 ἀλλ’ ἤτοι κεῖνος γε σέθεν ζώοντος ἀκούων
24.491 χαίρει τ’ ἐν θυμῷ ἐπί τ’ ἔλπεται ἤματα· πάντα
24.492 ὄψεσθαι φίλον υἱὸν ἀπο Τροίηθεν μολόντα·
24.493 αὐτὰρ ἐγὼ πανάποτμος ἐπεὶ τέκον υἷας ἀρίστους
24.494 Τροίῃ ἐν εὐρείη· τῶν δ’ οὔ τινά φημὶ λελεῖφθαι·
24.495 πεντήκοντά μοι ἦσαν ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν
24.496 ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν·
24.497 τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες·
24.498 τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ ἔλυσεν·
24.499 ὃς δέ μοι οἶος ἔην· εἴρυτο δὲ ἄστυ καὶ αὐτούς ,
24.500 τὸν σὺ πρώην κτεῖνας ἀμυνόμενον περὶ πάτρης
24.501 Ἕκτορα · τοῦ νῦν εἵνεχ’ ἱκάνω νῆας Ἀχαιῶν
24.502 λυσόμενος παρὰ σεῖο· φέρω δ’ ἀπερείσι’ ἄποινα·
24.503 ἀλλ’ αἰδεῖο θεοὺς Ἀχιλεῦ · αὐτόν τ’ ἐλέησον
24.504 μνησάμενος σοῦ πατρὸς· ἐγὼ δ’ ἐλεεινότερός περ·
No texts matching urn:cts:greekLit:tlg5026: