Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 321r

Manuscript msA, page 321r

image

prev: 320v next: 321v

Iliad text

24.505 ἔτλην δ’ οἷ’ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος ,image

24.506 ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ’ ὀρέγεσθαι·image

24.507 ὣς φάτο ; τῷ δ’ ἄρα πατρὸς ὑφ’ ΐμερον ὦρσε γόοιο :image

24.508 ἁψάμενος δ’ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα·image

24.509 τὼ δὲ μνησαμένω , ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο .image

24.510 κλαῖ’ ἁδινὰ , προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς·image

24.511 αὐτὰρ Ἀχιλλεὺς κλαῖεν , ἑὸν πατέρ’ . ἄλλοτε δ’ αὖτεimage

24.512 Πάτροκλον · τῶν δὲ στοναχὴ , κατα δώματ’ ὀρώρει·image1

24.513 αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεὺς .image

24.514 καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ΐμερος ἠδ’ ἀπο γυίων .image

24.515 αὐτίκ’ ἀπὸ θρόνου ὦρτο . γέροντα δὲ χειρὸς ἀνίστη .image

24.516 οἰκτείρων πολιόν τε κάρη . πολιόν τε γένειον·image

24.517 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·image

24.518 ἆ δεὶλ’ε . ῆ δῆ πολλὰ κὰκ’ ἄνσχεο σὸν κατα θυμόν·image1, 2

24.519 πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶοςimage

24.520 ἀνδρὸς ἐς ὀφθαλμοὺς , ὅς τοι πολέας τε καὶ ἐσθλοὺςimage

24.521 υἱέας ἐξενάριξα· σιδήρειον νύ τοι ῆτορ·image

24.522 ἂλλ’ ἄγε δὴ , κατ ὰρ , έζευ ἐπὶ θρόνου· ἄλγεα δ’ ἔμπηςimage1

24.523 ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·image

24.524 οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·image1

24.525 ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι .image1

24.526 ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τ’ ἀκηδέες εἰσί·image

24.527 δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδειimage1

24.528 δώρων οἷα δίδωσι· κακῶν , ἕτερος δὲ εάων·image1

24.529 ᾧ μέν κ’ ἀμμίξᾱς δῴῃ Ζεὺς τερπικέραυνος .image

Scholia text

msA, 24.66, commenting on 24.512 πάτροκλον τῶν δὲ στοναχὴ , ὅτι καταχρηστικῶς τὰς σκηνὰς οὕτως εἶπεν Ζηνόδοτος δὲ στεναχὴ δια τοῦ ε γράφει ἐκπίπτει δὲ τὰ δια τοῦ ε ῥήματα ἐν τοῖς ὀνόμασιν εἰς τὸ ὀ λέγω λόγος · μένω μονή , οὕτως στενάξαι στοναχή ⁑image

msA, 24.67, commenting on 24.513-24.514 καί οι ἀπο πραπίδων· ἀθετεῖται προείρηται γὰρ ϊκανῶς δια τοῦ αὐτὰρ ἐπεί ῥα γόοιο καὶ ἀκύρως τέθειται τὸ γυίων · οὐ γὰρ οὕτως λέγει πάντα τὰ μέλη ἀλλὰ μόνον τὰς χείρας καὶ τοὺς πόδας ⁑image

msA, 24.68, commenting on 24.522 ἀλλ άγε δὴ , ὅτι τὸ ἁπλοῦν ἐστιν έζευ τούτῳ δὲ ἀνάλογον τὸ σύνθετον κατ αρ έζευ οὐχὶ ΐζευ · καὶ ὅτι τὸ ἔμπης ἀντι τοῦ όμως εσθ’ ότε δὲ ἀντι τοῦ ὁμοίως ἔμπης ἀντι τοῦ ὁμως εσθ’ ότε δὲ ἀντι τοῦ ομοίως ἔμπης μοι δοκέει δαΐδων σέλας ⁑image

msA, 24.69, commenting on 24.527 δοιοὶ γάρ τε πίθοι ὅτι ἐντεῦθεν Ἡσιόδῳ τὸ περι τοῦ πίθου μύθευμα . καὶ ὅτι δύο τοὺς πάντας λέγει πίθους τινὲς δὲ τῶν νωτέρων ἕνα μὲν τῶν ἀγαθῶν δύο δὲ τῶν κακῶν ἐδέξαντο· εἰς παραμυθίαν τοῦ Πριαμου ὁ ποιητ εἰσήγαγε τὸν Αχι λέγοντα ταυτα ἐπει δὴ μόνων ἀγαθῶν δωρητικοὺς ἐπίσταται Ὅμρ τοὺς θεοὺς λέγων θεοὶ δοτῆρες ἐάων ἴ̈διον γὰρ θεῶν δῶρον τὸ αγαθόν· ζητοῦσι δὲ τινὲς ἀπο τούτων τῶν επῶν πῶς ἐνταυθ μὲν ὁ ποιητής φησὶν ἐπισπᾶσθαι τὰ κακὰ ἄνους οἱ δὲ καὶ αὐτοί σφησὶν ἀτασθαλίῃσιν ὑπερ μόρον ἄληε ἔχουσιν · ῥητέον οὖν ὅτι ἐνταυθα Ἀχιλλεὺς ἐστιν ὁ λεγών ἔκ θεῶν εῖναι τὰ κακὰ ἀγνοῶν τὴν ἀλήθειαν ἐν δε τῇ Ζεὺς ὡς σαφῶς ἐπιστάμενος λέγει τὴν ἀλήθειαν· λύεται οὖν τὸ ζήτημα προσώπῳ ⁑image

msA, 24.70, commenting on 24.528 δώρων οἷα δίδωσι : ὅτι τὸ ἑάων ἀντι τοῦ ἀγαθῶν · καὶ τὸ υἱος εῆος ἀγαθοῦ , δια δὲ ἄγνοιαν ὁ Ζηνόδοτος γράφει εοῖο . καὶ ὅτι τὸ έτερος ἐπι δύο . ἕως δε τοῦ δίδωσι βούλονται στίζειν ἵνα μὴ δύο πίθοι ὦσι κακῶν καὶ εἰς ἀγαθῶν , ὥσπερ καὶ ὁ Πίνδαρος ἐξεδέξατο· φησὶ γοῦν ἐν παρ έσλον πήματα σὺν δύο δαίονται βροτοῖς ἀθάνατοι · ἐχρῆν δὲ τὸ ἐπιμεριζόμενον μὴ οὕτως ἐπενεχθῆναι κακῶν ἕτερος δὲ εάων . ἀλλ ὁ μεν ἔτερος κακῶν ὁ δὲ ἕτερος ἀγαθῶν ⁑image

msA, 24.71, commenting on 24.525 ἐπεκλώσαντο : εἰμαρμένον ἐποίησαν ἐπεμοίρησαν ἀπο μιᾶς Μοίρας είρηται τῆς Κλωθοῦς · τρεῖς μὲν γὰρ παραδίδονται Μοῖραι· Κλωθώ · Λαχεσις · Ἄτροπος ⁑image

msAil, 24.17, commenting on 24.518@ἄνσχεο ἀνέσχουimage

msAim, 24.28, commenting on 24.524 οὐ γάρ τίς τ’ άνυσις ἐν άλλω ⁑image

msAint, 24.8, commenting on 24.518 ουτ Αριστ κάκ’ άνσχεο ⁑image