Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 321v

Manuscript msA, page 321v

image

prev: 321r next: 322r

Iliad text

24.530 ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται· ἄλλοτε δ’ ἐσθλῷ·image

24.531 ᾧ δέ κε τῶν λυγρῶν δῴη , λωβητὸν ἔθηκεimage

24.532 καί ἑ , κακὴ βούβρωστις ἐπι χθόνα δῖαν ἐλαύνει .image1

24.533 φοιτᾷ δ’ . οὔτε θεοῖσι τετιμένος . οὔτε βροτοῖσιν·image

24.534 ὡς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶραimage

24.535 ἐκ γενετῆς· πάντας γὰρ ἐπ’ ἀνθρώπους ἐκέκαστοimage

24.536 ὄλβῳ τε πλούτῳ τε , ἄνασσε δὲ Μυρμιδόνεσσι·image1

24.537 καί οἱ , θνητῶ , ἐόντι θεὰν ποίησαν ἄκοιτιν·image

24.538 ἂλλ’ ἐπι καὶ τῶ θῆκε θεὸς κακόν , ὅττί οἱ οὔ τιimage

24.539 παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων .image

24.540 ἂλλ’ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γεimage1

24.541 γηράσκοντα κομίζω· ἐπεὶ μάλα τηλόθι πάτρηςimage

24.542 ἧμαι ἐνι Τροίῃ , σέ τε κήδων . ἠδὲ σὰ τέκνα·image

24.543 καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι .image

24.544 ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει·image1, 2

24.545 καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων·image1

24.546 τῶ σε γέρον πλούτῳ τὲ καὶ υἱάσι φασὶ κεκάσθαι·image1

24.547 αὐτὰρ ἐπεί τοι πῆμα τόδ’ ἤγαγον Οὐρανίωνες .image

24.548 αἰεί τοι περὶ ἄστυ μάχαι τ’ ἀνδροκτασίαι τε .image

24.549 ἄνσχεο· μὴ δ’ ἀλίαστον ὀδύρεο σὸν κατα θυμόν·image

24.550 οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος εῆος ,image1

24.551 οὐδέ μιν ἀνστήσεις . πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα·image1, 2

24.552 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·image

24.553 μή πω μ’ ἐς θρόνον ΐζε διοτρεφές . ὄφρά κεν Ἕκτωρimage

24.554 κεῖται ἐνι κλισίῃσιν ἀκηδής· ἀλλὰ τάχισταimage

Scholia text

msA, 24.72, commenting on 24.536 ‡ ὄλβῳ τε πλούτῳ τε : ὄλβω δύναται τῇ φρονήσει εἴγε καὶ ἄνολβος ὁ ἀπαίδευτος οἱ δὲ τὴν τῶν αγρῶν κτῆσιν παρα τὰς ολὰς ⁑image

msA, 24.73, commenting on 24.540 τέκεν παναώριον : οἱ μὲν ἐδάσυναν ἵνα ἐκδέξωνται τὸν κατα παντα ἄωρον · οἱ δὲ ἐψίλωσαν ἐκδεχόμενοι τὸν εἰς πάντα πεφροντίσμενον · ἄμεινον δὲ τὸ πρότερον τοῦτο γὰρ θέλει σημαίνειν ⁑image

msA, 24.74, commenting on 24.532 βούβρωστις . κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός· νῦν δὲ ἀντι τῆς μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις . ἔνιοι δὲ βούβρωστιν τὸν οἰκτρὸν ἐξεδέξαντο ⁑image

msA, 24.75, commenting on 24.544 ὄσσον Λέσβος ἄνω Μάκαρος ἕδος· ἀντι τοῦ οἰκητηριον ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινακου καὶ ἐβασίλευσεν αὐτῆς ⁑image

msA, 24.76, commenting on 24.544 ὅσσον Λέσβος ἄνω : ὅτι τὸ ἄνω ἀντι τοῦ ανα · καὶ προς τὸ έργει ἵν ᾖ ἀνείργει καὶ περιορίζει · περιώρισε δὲ τὴν Πριάμου ἀρχὴν ἐκ μὲν μεσημβρίας Λέσβῳ ἐκ δὲ ἀνατολῶν Φρυγίᾳ ἐκ δε άρκτων· Ἑλλησπόντῳ ⁑image

msA, 24.77, commenting on 24.545 καὶ Φρυγίη καθύπερθε· ὅτι ἑτέρα καθ Ὅμηρον ἡ Φρυγίᾳ · οἱ δὲ νεώτεροι συγχέουσι ⁑image

msA, 24.78, commenting on 24.551 οὐδέ μιν ἀνστήσεις ὅτι οὐ λέγει οὐκ αναστήσεις αὐτόν ἀν μὴ πρότερον κακὸν πάθῃς , ἀλλα πρότερον κακὸν πεισῃ ἠ ἀναστήσεις αὐτόν . τοιοῦτο δὲ ἐστι καὶ τὸ τὴν δ’ ἐγὼ οὐ λύσω , πρίν μιν καὶ γήρας ἔπεισιν ⁑image

msA, 24.79, commenting on 24.551 πρὶν κακὸν ἄλλο πάθῃσθα· πρὶν ἠ ἄλλο γένηταί σοι κακόν οἶον πολλὰ μὲν κακὰ πάθοις ἀναστήσεις δὲ αὐτὸν οὐδαμῶς τοῦτο γὰρ ἀδύνατον ⁑image

msAim, 24.29, commenting on 24.546 Αριστ συν τῷ ν τῶν σε ⁑image

msAim, 24.30, commenting on 24.550 οτ Ζηνοδ γράφει ἑοῖο · καὶ οτ λειπ ἡ περῖ ⁑image