Manuscript msA, page 322r
| prev: 321v | next: 322v |
24.555 λῦσον . ἵν’ ὀφθαλμοῖσιν ἴ̈δω· σὺ δὲ δέξαι ἄποινα
24.556 πολλὰ , τά τοι φέρομεν ; σὺ δὲ τῶνδ’ ἀπόναιο καὶ ἔλθοις1
24.557 σὴν ἐς πατρίδα γαῖαν , ἐπεί με πρῶτον ᾿ἕασας·1
24.558 αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο·
24.559 τὸν δ ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη πόδας ὠκὺς Ἀχιλλέ ·
24.560 μὴκέτι νῦν μ’ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς
24.561 Ἕκτορά τοι λῦσαι· Διόθεν δέ μοι ἄγγελος ἦλθε
24.562 μήτηρ . ἥ μ’ ἔτεκεν , θυγάτηρ ἁλίοιο γέροντος·
24.563 καὶ δὲ σὲ γιγνώσκω Πρίαμε φρεσὶν . οὐδέ με λήθεις
24.564 ὅττι θεῶν τίς σ’ . ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ·
24.565 οὐ γάρ κε τλαίῃ βροτὸς ἐλθέμεν· οὐδὲ μάλ’ ἡβῶν1
24.566 ἐ στρατὸν· οὐδε γαρ ἂν φυλακοὺς λάθοι . οὐδέ́ τ’ ὀχῆα1, 2, 3, 4
24.567 ῥεῖα μετ’ ὀχλίσσειε θυράων ἡμετεράων·
24.568 τῶ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς .1
24.569 μή σε γέρον οὐδ’ αὐτὸν ἐνι κλισίῃσιν ἐάσω1
24.570 καὶ ἱ̈κέτην περ ἐόντα . Διὸς ἀλίτωμαι ἐφετμάς·
24.571 ὡς ἔφατ’ . ἔδεισεν δ’ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·
24.572 Πηλείδης δ’ οἴκοιο λέων ὡς ἆλτο θύραζε·
24.573 οὐκ οἶος· ἅμα τῷ γε , δύω θεράποντες ἕποντο
24.574 ἥρως Αὐτομέδων ἠδ’ Ἄλκιμος · οὕς ῥα μάλιστα1
24.575 τί’ Ἀχιλεὺς ἑτάρων μετα Πάτροκλόν γε θανόντα·
24.576 οἳ τόθ’ ὑπο ζυγόφιν λύ̆ον ἵππους ἡμιόνους τε·
24.577 ἐς δ’ ἄγαγον κήρυκα , καλήτορα τοῖο γέροντος·1
24.578 καδ δ’ ἐπι δίφρου εἷσαν· ἐϋξέστου δ’ ἀπ’ ἀπήνης1, 2
24.579 ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα·1
msA, 24.80, commenting on 24.556 ‡ πολλά , τά τοι φέρομεν : ἀθετοῦνται ὅτι ἀνάρμοστοι τῷ προσώπῳ αἱ εὐχαὶ καὶ ἐπαυτοφῶρος ἡ ὑπόκρισις ⁑
msA, 24.82, commenting on 24.554-24.560 ἐπεί με πρῶτον ἔασας : δασύνει Δίδυμος τὸ εάσας ἐν πρώτῳ διορθωτικον ὁμοίως καὶ Ἑρμαππίας μεταλαμβάνοντες εἰς τὸ ήδυνας ὁ δὲ Σιδώνιος γράφει ἐπεί με πρῶτ’ ἐλέησας · Ἀρίσταρχος δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺς στίχους . δύναται δὲ καὶ το ψιλούμενον ώς φησὶ Τρύφων καὶ συμφωνεῖ εἰ μὴ πλῆρες ἐστι κατὰ τὴν φράσιν ἔχειν ἀφορμὴν ὡς ἔτι φθεγγομένου ἔτι καὶ λαλοῦντος τοῦ Πριάμου τὸν Ἀχιλλέα ἀνθυπα/ ν /τῆσαι ὑπο οργῆς κεκινημένον καὶ μοεσολαβῆσαι τὴν διάλεξιν , ἀλλα τάχιστα λῦσον ἵν ὀφθαλμοῖ̂σιν ΐδω· σὺ δὲ δέξαι ἄποινα πολλά τά τοι φέρομαι· σὺ δὲ τῶνδ’ ἀπάναιο καὶ έλθοις σὴν ἐς πατρίδα γαῖαν ἐπεί με πρῶτον έασας τὸν δ ὰρ ὑπόδρα ϊδὼν μηκέτι νῦν μ’ ἐρέθιζε γέρον · τὸ δὲ ἐντελὲς τοῦ λόγου τοιοῦτον τι έσται εἴασας εἰς λόγους σοι εἴκειν ⁑
msA, 24.83, commenting on 24.557 ἐπεί με πρῶτον έασας . ἀντι τοῦ ἥδυνας ηὔφρανας · ὅπερ ἀγνοήσαντες τινὲς ἔγραψαν ἐπεί μ’ πρῶτ’ ἐλέησας κέχρηται δὲ καὶ ἐν ήσατο δ’ αἰνῶς ἡδὺ ποτὸν πίνων ⁑
msA, 24.84, commenting on 24.566 ἐς στρατὸν οὐδε γὰρ ἂν , ὅτι φυλακοὺς τῷ τόνῳ ὡς ἀγαθοὺς προἐφέρετο ὁ Ἀρίσταρχος . ἑνικῶς δὲ ὀχῆα προείρηται γὰρ ὅτι εἷς ἦν ὧν τρεῖς μὲν ἐπιρρήσεσκον Ἀχαιοί ⁑
msA, 24.85, commenting on 24.566 οὐδε γὰρ ἂν φυλακοὺς Ἀρίσταρχος κατ’ οξεῖαν τάσιν προεφέρετο ὡς φρουρούς · ἔστι δε καὶ ὁ λόγος συναγωνιζόμενος τῇ ὀξείᾳ τάσει οὗτος : ὡς τὰ εἰς κος λήγοντα ὑπερ δύο συλλαβὰς παραληγόμενα τῷ α ἐπιθετικὰ ὄντα ὀξύνεται· μαλακός παρδαλικός · φαρμακός · ἀνακός , ἔνθεν ἀνακοῖν Διοσκόρον ⁑
msA, 24.86, commenting on 24.569 μή σε γέρον οὐδ’ αὐτὸν· ἐγκλιτικὴ νῦν ἐστιν ἡ σε ἀντωνυμία καὶ ἔστι τὸ ἑξῆς οὐδ’ αὐτὸν σε ὁμοίως οὖν ἀναγνωστέον τῷ μή σε γέρον κοίλῃσιν , ἐκεῖ μέντοι ἐν διαστολῇ μή σε γ’ εν ἀμφιάλω Ϊθακῃ ⁑
msA, 24.87, commenting on 24.574 ἥρως Αὐτομέδων τε : ὅτι συγκέκοφε τὸν Ἀλκιμέδοντα Ἄλκιμον εἰπών ⁑
msAext, 24.9, commenting on 24.578 ἐϋσώτρουδ’
msAim, 24.31, commenting on 24.566 εν αλλω οὔτε γαρ ἂν
msAim, 24.32, commenting on 24.568 γράφεται : ενι φρεσὶ ⁑
msAim, 24.33, commenting on 24.577 οτ τὸν Ἰδαῖον ἐπιθετικῶς καλήτορα ειπ
msAim, 24.34, commenting on 24.578 γράφεται ἐϋσσώτρου .
msAint, 24.9, commenting on 24.565 ἔξω τοῦ ν ὁ κέ συνδ ⁑
msAint, 24.10, commenting on 24.566 οτ ουτ ἐσχημάτιοσε τοὺς φύλακας ⁑