Manuscript msA, page 322v
| prev: 322r | next: 323r |
24.580 καδ δ’ ἔλιπον δύο φάρε’ . ἐΰννητόν τε χιτῶνα·
24.581 ὄφρα νέκυν πυκάσας δῴη οἶκον δὲ φέρεσθαι·1
24.582 δμῳὰς δ’ ἐκκαλέσας . λοῦσαι κέλετ’ . ἀμφί τ’ ἀλεῖψαι
24.583 νόσφιν ἀειράσας . ὡς μὴ Πρίαμος ἴδοι υἱόν·
24.584 μὴ ὁ μεν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο1
24.585 παῖδα ἰδὼν . Ἀχιλῆϊ δ’ ὀρινθείη φίλον ἦτορ·
24.586 καί , ἑ , κατακτείνειε . Διὸς δ’ ἀλίτηται ἐφετμὰς ·
24.587 τὸν δ’ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ .
24.588 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον . ἠδὲ χιτῶνα·1
24.589 αὐτὸς τόν γ’ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας·
24.590 σὺν δ’ ἕταροι ἤειραν ἐϋξέστὴν ἐπ’ ἀπήνὴν·
24.591 ᾤμωξεν τ’ ὰρ ἔπειτα· φίλον δ’ ὀνόμηνεν ἑταῖρον·
24.592 μή μοι Πάτροκλε , σκυδμαινέμεν , αί κε πύθηαι
24.593 εἰν Ἄϊδός περ ἐὼν . ὅτι Ἕκτορα δῖον ἔλυσα
24.594 πατρὶ φίλῳ· ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα·1
24.595 σοὶ δ’ αὖ , ἐγὼ καὶ τῶνδ’ ἀποδάσσομαι ὅσσ’ ἐπέοικεν·
24.596 ῆ ῥα , καὶ ἐς κλισίην πάλιν ήϊε δῖος Ἀχιλλεύς
24.597 ἕζετο δ’ ἐν κλισμῷ πολυδαιδάλῳ . ἔνθεν ἀνέστη .
24.598 τοίχου τοῦ ἑτέρου . ποτὶ δὲ Πρίαμον φάτο μῦθον·
24.599 υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες·1
24.600 κεῖται δ’ ἐν λεχέεσσ’· ἅμα δ’ ἠοῖ φαινομένῃφι
24.601 ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου·
24.602 καὶ γάρ τ’ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου·1
24.603 τῇ περ δώδεκα παῖδες ἐνι μεγάροισιν ὄλοντο·
24.604 ἓξ μὲν θυγατέρες . ἓξ δ’ υἱέες ἡβώοντες·1
msA, 24.88, commenting on 24.579 ᾕρεον ἑκτορέης· δασυντέον ἔφαμεν γὰρ τὸ περισπώμενον ἐρῶ δασύνεσθαι ⁑
msA, 24.89, commenting on 24.584 χόλον οὐκ ἐρύσαιτο· ἔν τισι κότον οὐ κατερύκοι ἄμεινον δὲ χόλον :
msA, 24.90, commenting on 24.594 πατρὶ φίλῳ ἐπεὶ οὔ μοι· ἀθετοῦνται ὅτι οὐκ ὀρθῶς ἕνεκα δώρων λέγει ἀπολελυκέναι τὸν νεκρόν ὑπo γὰρ τοῦ Διὸς ἠναγκάσθη ἐπεὶ οὐκ ἂν τὴν ὑπὲρ ατρόκλου τιμωριαν δώρων ἠλλάξατο ⁑
msA, 24.91, commenting on 24.602 καὶ γάρ τ’ ἡΰκομος Νιόβη · Νιόβη θυγάτηρ μὲν ἢν Ταντάλου γυνὴ δὲ Ἀμφίωνος γαμηθεῖσα δὲ τῷ Ἀμφίωνι παῖδας ἔσχεν δέκα δύο , ἐπαρθεῖσα δὲ τῷ πλήθει τῶν παίδων καὶ τῇ καλλονῇ ὠνείδιζεν τῇ Λητοῖ ὅτι δύο μόνους ἐγέννησεν Ἀπόλλωνα καὶ Ἄρτεμιν · καὶ ὅτι ἐυτεκνωτέρα ἀυτῆς ἐστιν· ἀγανακτήσασα δὲ ἡ θεὸς ἔπεμψεν ἰοὺς τοῖς παισὶν ἀυτῆς· καὶ Ἀπόλλων μὲν τοὺς ἄρρενας ἀναιρεῖ κυνηγετοῦντας ἐν τῷ κιθερῶνι . Ἄρτεμις δὲ τὰς θηλείας ἐπ οἴκου οὔσας . θρηνοῦσαν οὖν τὴν Νιόβην τὸ τοιοῦτο δυστύχημα· Ζεὺς ἐλεήσας εἰς λίθον μετέβαλεν . ὡς καὶ μέχρι νῦν ἐν Σιπύλῳ τῆς Φρυγίας ὁρᾶται παρα πάντῳ πηγὰς δακρύων προϊεμένη· ἡ ϊστορία παρα Εὐφορίωνι ⁑
msAim, 24.35, commenting on 24.588 οτ ἔδ ει χϊτωνα . ειτ φάρος ⁑
msAim, 24.36, commenting on 24.605 γράφεται καὶ ὑεῖς διχῶς οὖν ⁑
msAint, 24.11, commenting on 24.581 ὁ Αχιλλεύς
msAint, 24.12, commenting on 24.599 γράφεται ὡς ἐκέλευσας ⁑