Manuscript msA, page 323r
| prev: 322v | next: 323v |
24.605 τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ’ ἀργυρέοιο βιοῖο1, 2
24.606 χωόμενος Νιόβῃ . τὰς δ’ Ἄρτεμις ἰ̈οχέαιρα·
24.607 οὕνεκ’ ἄρα Λητοῖ ϊσάσκετο καλλιπαρήῳ·
24.608 φῆ δοιὼ τεκέειν . ἡ δ’ αὐτὴ γείνατο πολλούς·
24.609 τὼ δ’ ἄρα καὶ δοιώ περ ἐόντ’ ἀπο πάντας ὄλεσσαν·
24.610 οἱ μὲν ἂρ ἐννῆμαρ κέατ’ ἐν φόνῳ· οὐδέ τις ῆεν
24.611 κατθάψαι· λαοὺς δὲ λίθους ποίησε Κρονίων .1
24.612 τοὺς δ’ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες·
24.613 ἡδ’ ἄρα σίτου μνήσατ’ . ἐπεὶ κάμε δάκρυ χέουσα·1
24.614 νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν .
24.615 ἐν Σιπύλῳ , ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
24.616 νυμφάων , αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο·1
24.617 ἔνθα λίθος περ ἐοῦσα , θεῶν ἐκ κήδεα πέσσει·1
24.618 ἂ̀λλ’ άγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
24.619 σίτου . ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
24.620 Ἴ̈λιον εἰσαγαγὼν . πολυδάκρυτος δέ τοι ἔσται·
24.621 ῆ . καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
24.622 σφάξ’ . ἕταροι δ’ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατα κόσμον·
24.623 μίστυλλόν τ’ ὰρ ἐπισταμένως . πεῖράν τ’ ὀβελοῖσιν·
24.624 ὄπτησάν τε περιφραδέως . ἐρύσαντό τε πάντα·1
24.625 Αὐτομέδων δ’ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
24.626 καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς ·
24.627 οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ΐαλλον·
24.628 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο .1
24.629 ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ’ Ἀχιλῆα
msA, 24.92, commenting on 24.604 ἓξ μὲν θυγατέρες , ὅτι οἱ νεώτεροι διαφωνοῦσι περι τοῦ ἀριθμοῦ τῶν Νιόβης παίδων· οἱ μὲν γὰρ δεκατέσσαρας· οἱ δὲ εἴκοσι τοὺς Νιοβίδας λέγουσιν ⁑
msA, 24.96, commenting on 24.605 ‡ τοὺς μὲν Ἀπόλλων πέφνεν : ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντηκεν ⁑
msA, 24.98, commenting on 24.613 ἣ δ’ άρα σίτου μνήσατο προς τὴν διαφωνίαν τῶν νεωτέρων . φασὶ γὰρ καὶ αὐτὴν ἀπολελιθῶσθαι· Ὅμηρος δὲ οὔ ⁑
msA, 24.99, commenting on 24.613-24.617 νῦν δ’ έκ που ἐν πέτρῃσιν· ἀθετοῦνται στίχοι τέσσαρες ὅτι οὐκ ἀκλουθεῖ , τὸ ἠ δ’ άρα σίτου μνήσατ’ . εἰ γὰρ ἀπελιθώθη , πῶς σιτία προηνέγκατο· καὶ ἡ παραμυθία γελοῖα· φάγε , ἐπεὶ καὶ ἡ Νιόβη ἔφαγε καὶ ἀπελιθώθη· ἔστι δὲ καὶ Ησιόδῳ τῷ χαρακτῆρι καὶ μᾶλλον γε τὸ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο καὶ τρὶς κατα τὸ συνεχὲς τὸ ἓν , ὡς δὲ καὶ λίθος γενομένη θεῶν ἐκ κήδεα πέσσει . προηθετοῦνται δὲ καὶ παρα Ἀριστοφα ⁑
msA, 24.94, commenting on 24.636 ὑπνῳ ὑπο γλυκερῷ ταρπώμεθ Ἀρίσταρχος παυσώμεθα , ἀναπαυσώμεθα δηλοῦν· οὐ γὰρ εὔκερον τὸ ταρπώμεθα · εἰ επεὶ μετα δώδεκα ἡμέρας ἁΰπνους τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ
msA, 24.95, commenting on 24.657 ‡ ποσῆμαρ μέμονας· ὑφ ἕν περισπωμένης οὔσης πρὸ τέλους ὡς καὶ ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ ἑξῆμαρ προείρηται δὲ ἤδη περι τῆς λέξεως , ἀλλα καὶ ἐξήτητο ἐν ταῖς Προτάσσεσι παραιτητέον οὖν τοὺς κατα διάλυσιν ἀναγινώσκοντας ⁑
msAim, 24.37, commenting on 24.617 τὸ ἐκ προς τὸ θεῶν τὰ ἐκ θεῶν κήδεα πέσσει ⁑