Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 323v

Manuscript msA, page 323v

image

prev: 323r next: 324r

Iliad text

24.630 ὅσσος ἔην οἷός τε , θεοῖσι γὰρ ἄντα ἐῴκει·image

24.631 αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς .image

24.632 εἰσορόων ὄψίν τ’ ἀγαθὴν . καὶ μῦθον ἀκούων·image

24.633 αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες .image

24.634 τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·image

24.635 λέξον νῦν με , τάχιστα διοτρεφὲς . ὄφρα καὶ ἤδηimage

24.636 ὕπνῳ ὕπο γλυκερῷ παυσώμεθα κοιμηθέντες·image1, 2, 3

24.637 οὐ γάρ πω μύσαν ὄσσ’ ὑπο βλεφάροισιν ἐμοῖσιν .image

24.638 ἐξ οὗ σῇς ὑπο χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν·image

24.639 ἂλλ’ αἰεὶ στενάχω· καὶ κήδεα μυρία πέσσω .image

24.640 αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον·image

24.641 νῦν δὴ καὶ σίτου πασάμην· καὶ αἴθοπα οἶνονimage1

24.642 λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην·image

24.643 ἦ ῥ’ , Ἀχιλεὺς δ’ ἑτάροισιν ἰ̈δὲ δμῳῇσι κέλευσεimage

24.644 δέμνι’ ὑπ αἰθούσῃ θέμεναι , καὶ ῥήγεα καλὰimage1

24.645 πορφύρε’ ἐμβαλέειν . στορέσαι τ’ ἐφύπερθε τάπητας·image

24.646 χλαίνας τ’ ἐνθέμεναι οὔλας . καθύπερθεν ἕασασθαι·image

24.647 αἳ δ’ ἴ̈σαν ἐκ μεγάροιο δά̆ος μετα χερσὶν ἔχουσαι·image

24.648 αῖψα δ’ ἄρα στόρεσαν δοιὼ λέχε’ ἐγκονέουσαι·image1, 2

24.649 τὸν δ’ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·image

24.650 ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε· μή τις Ἀχαιῶνimage1

24.651 ἐνθάδ’ ἐπέλθῃσιν βουληφόρος· οἵ τέ μοι αἰεὶimage

24.652 βουλὰς βουλεύουσι παρήμενοι ἡ θέμις ἐστί·image

24.653 τῶν εἴ τίς σε ἴ̈δοιτο θοὴν δια νύκτα μέλαιναν .image

24.654 αὐτίκ’ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν·image

Scholia text

msA, 24.100, commenting on 24.616 αἵ τ’ ἀμφ’ Ἀχελώϊον ἐρρώσαντο ⁑ αἵτινες περι τὸ ὕδωρ χορεύουσιν , ἤτοι ἀπο τοῦ Ἀχελῴου ποταμοῦ τοῦ ἐν Αἰτωλίᾳ ὃς ὡνόμασται ἀπο τοῦ ἄχη λύειν , ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν ὕδωρ· ἠ δια τοῦ  η   Ἀχελήϊον Ἀχελὴς γὰρ ποταμὸς ἀπο Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων γῆν ⁑image

msAil, 24.18, commenting on 24.636@παυσώ ταρπimage

msAil, 24.19, commenting on 24.641@πασάμην εγευσάμηνimage

msAil, 24.20, commenting on 24.644@δέμνι’ τὰς κοίταςimage

msAil, 24.21, commenting on 24.648@ἐγκονέουσαι σπεύδουσαιimage

msAil, 24.22, commenting on 24.650@εκτὸς μὲν δὴ λέξο εκτὸς τῆς σκηνῆςimage

msAim, 24.38, commenting on 24.636 ουτ Ἀρισταρχ ἀν τοῦ ἀναπαυσώμεθ · ἀπρεπὲς γὰρ τὸ λέγειν τὸν Πρίαμον ταρπώμθα ⁑image

msAim, 24.39, commenting on 24.648 ουτ Αρισταρχ . στόρεσαν δυϊκῶς ⁑image