Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 324r

Manuscript msA, page 324r

image

prev: 323v next: 324v

Iliad text

24.655 καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται·image

24.656 ἂλλ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·image

24.657 ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖονimage1, 2

24.658 ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω·image

24.659 τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής·image

24.660 εἰ μὲν δή μ’ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ .image

24.661 ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ , κεχαρισμένα θείης·image1

24.662 οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα . τηλόθι δ’ ὕλη·image

24.663 ἀξέμεν ἐξ ὄρεος· μάλα δὲ Τρῶες δεδίασιν·image1

24.664 ἐννῆμαρ μέν κ’ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν·image

24.665 τῇ δεκάτῃ δέ κε θάπτοιμεν . δαινῦτό τε λαός·image1

24.666 ἑνδεκάτῃ δέ κε τύμβον ἐπ’ αὐτῷ ποιήσαιμεν·image

24.667 τῇ δὲ δυωδεκάτῃ πτολεμίξομεν . εἴ περ ἀνάγκη·image1

24.668 τὸν δ’ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς ·image

24.669 ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ ‘ ὡς σὺ κελεύεις·image

24.670 σχήσω γὰρ τόσσον πόλεμον χρόνον , ὅσσον ἄνωγας·image

24.671 ὡς ἄρα φωνήσας . ἐπι καρπῷ χεῖρα γέροντοςimage1

24.672 ἔλλαβε δεξιτερὴν· μή πως δείσει’ ἐνι θυμῷ·image

24.673 οἳ μὲν ἄρ’ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντοimage

24.674 κῆρυξ καὶ Πρίαμος . πυκινὰ φρεσὶ μήδε’ ἔχοντες·image

24.675 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου .image

24.676 τῷ δ’ Βρισηῒς παρελέξατο καλλιπάρῃος·image1

24.677 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶimage

24.678 εὗδον παννύχιοι . μαλακῷ δεδμημένοι ὕπνῳ .image

24.679 ἂλλ’ οὐχ Ἑρμείᾱν ἐριούνιον ὕπνος ἔμαρπτενimage

Scholia text

msAext, 24.10, commenting on 24.676 τῶ δὲ Βρimage

msAim, 24.40, commenting on 24.663 Αρισταρχ μάλα γὰρ δὲ οὐ μάλα δε ⁑image

msAint, 24.13, commenting on 24.661 ὡς ἐπιφέρειimage