Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 324v

Manuscript msA, page 324v

image

prev: 324r next: 325r

Iliad text

24.680 ὁρμαίνοντ’ ἀνὰ θυμὸν . ὅπως Πρίαμον βασιλῆαimage

24.681 νηῶν ἐκπέμψειε . λαθὼν ἱεροὺς πυλαωρούς·image

24.682 στῆ δ’ ἄρ , ὑπερ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπενimage

24.683 ὦ γέρον . οὔ νύ τι σοί γε μέλει κακὸν . οἷον ἔθ’ εὕδειςimage

24.684 ἀνδράσιν ἐν δηΐοισιν . ἐπεί σ’ είασεν Ἀχιλλεύς ·image

24.685 καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο . πολλὰ δ’ ἔδωκας :image

24.686 σεῖο δέ κεν ζωοῦ . καὶ τρὶς τόσα δοῖεν ἄποιναimage

24.687 παῖδες , τοὶ μετ’ όπισθε λελειμμένοι· αἴ κ’ Ἀγαμέμνωνimage

24.688 γνοίησ’ Ἀτρεΐδης , γνώωσι δὲ πάντες Ἀχαιοί ·image

24.689 ὡς ἔφατ’ , ἔδεισεν δ’ ὃ γέρων· κήρυκα δ’ ἀνίστη·image

24.690 τοῖσιν δ’ Ἑρμείας ζεῦξ’ ἵππους ἡμιόνους τε·image

24.691 ῥίμφα δ’ ἄρ αὐτὸς ἔλαυνε κατὰ στρατὸν· οὐδέ τις ἔγνω·image

24.692 ἂλλ’ ὅτε δὴ πόρον ΐξον ἐϋρρεῖος ποταμοῖο .image

24.694 Ἑρμείας μὲν ἔπειτ’ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον ·image

24.695 Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν·image

24.696 οἳ δ’ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τεimage

24.697 ἵππους· ἡμίονοι δὲ νέκυν ἄγον . οὐδέ τις ἄλλοςimage1

24.698 ἔγνω πρόσθ’ ἀνδρῶν καλλιζώνων τε γυναικῶν .image

24.699 ἀλλ’ ἄρα Κασσάνδρη . ἱ̈κέλη χρυσῇ Ἀφροδίτῃimage

24.700 Πέργαμον εἰσαναβᾶσα , φίλον πατέρ’ εἰσ ἐνόησενimage

24.701 ἑσταότ’ ἐν δίφρῳ , κήρυκά τε ἀστυβοώτην·image1, 2

24.702 τὸν δ’ ἄρ’ ἐφ’ ἡμιόνων ἴ̈δε κείμενον ἐν λεχέεσσι·image

24.703 κώκυσέν τ’ ὰρ , ἔπειτα , γέγωνέ τε πᾶν κατὰ ἄστυ :image

24.704 ὄψεσθε Τρῶες καὶ Τρωϊάδες Ἕκτορ ‘ ϊόντες .image

24.705 εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντιimage

Scholia text

msA, 24.107, commenting on 24.720 παρα δ’ εἶσαν ἀοιδοὺς· ἀοιδοὺς νῦν τοὺς θρηνῳδοὺς ἦσαν δὲ οὗτοι Κλῖτος καὶ Ἐπιμήδης ⁑image

msAim, 24.41, commenting on 24.701 Ἀρισταρχ ἑστεῶτ’ ⁑image

msAint, 24.14, commenting on 24.697 γράφεται φερονimage