Manuscript msA, page 325r
| prev: 324v | next: 325v |
24.706 χαίρετ’ . ἐπεὶ μέγα χάρμα πόλει , τ’ ἦν , παντί τε δήμῳ·
24.707 ὣς ἔφατ’ . οὐδέ τις αὐτόθ’ ἐνι πτόλεϊ λίπετ’ ἀνὴρ ,
24.708 οὐδὲ γυνὴ . πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·
24.709 ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι·
24.710 πρῶται τόν γ’ ἄλοχός τε φίλη . καὶ πότνια μήτηρ .
24.711 τιλλέσθην , ἐπ’ ἄμαξαν ἐΰτροχον ἀΐξασαι .
24.712 ἁπτόμεναι κεφαλῆς . κλαίων δ’ ἀμφίστασθ’ ὅμιλος·
24.713 καὶ νύ κε δὴ πρόπαν ῆμαρ ἐς ἠέλιον καταδύντα
24.714 Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων .
24.715 εἰ μὴ ὰρ’ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδᾱ·
24.716 εἴξατέ μοι οὐρεῦσι διελθέμεν ; αὐτὰρ ἔπειτα
24.717 ἄσασθε κλαυθμοῖο , ἐπὴν ἀγάγοιμι δόμον δέ·1
24.718 ὡς ἔφαθ’ , οἳ δὲ διέστησαν , καὶ εἶξαν ἀπήνῃ·
24.719 οἱ δ’ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα , τὸν μὲν ἔπειτα
24.720 τρητοῖς ἒν λεχέεσσι θέσαν· παρὰ δ’ εἷσαν ἀοιδοὺς1
24.721 θρήνους· ἐξάρχοὺς οἵ τε στονόεσσαν ἀοιδήν
24.722 οἱ μὲν ὰρ’ ἐθρήνεον . ἐπὶ δὲ στενάχοντο γυναῖκες·1
24.723 τῇσιν δ’ Ἀνδρομάχῃ λευκώλενος ἦρχε γόοιο·1
24.724 Ἕκτορος ἀνδροφόνοιο κάρη μετα χερσὶν ἔχουσα·
24.725 ἆνερ . ἀπ’ αἰῶνος νέος ὤλεο· καδ δ’ έμε χήρην1
24.726 λείπεις ἐν μεγάροισι· πάϊς δέ τε . νήπιος αὕτως1
24.727 ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι· οὐδέ μιν οἴω
24.728 ἥβην ΐξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατ’ ἄκρης
24.729 πέρσεται· ῆ γὰρ όλωλας ἐπίσκοπος . ὅς τέ μιν αὐτὴν
24.730 ῥύσκευ , ἔχες δ’ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα·
msA, 24.108, commenting on 24.735 ή τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν : ὅτι ἐντεῦθεν κινηθέντες οἱ μεθ’ Ὅμηρον ποιηταὶ ῥιπτόμενον κατα τοῦ τείχους ὑπο τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἄστυἄνακτα ⁑
msAim, 24.42, commenting on 24.717 γράφεται πόλιν δέ
msAim, 24.43, commenting on 24.725 Ζηνόδοτ νεον ώλεο :
msAim, 24.44, commenting on 24.726 ἐν ἄλλω· πάϊς δ’ έτι ⁑
msAint, 24.15, commenting on 24.722 ἐν αλλ οἱ μὲν δὴ θρήνεον :
msAint, 24.16, commenting on 24.723 ἐν αλλω τοῖσιν ⁑