Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 325v

Manuscript msA, page 325v

image

prev: 325r next: 326r

Iliad text

24.731 αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι·image

24.732 καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δ’ αὖ τέκος , ἢ ἐμοὶ αὐτῇimage

24.733 ἕψεαι· ἔνθά κεν ἔργα , ἀεικέα ἐργάζοιοimage

24.734 ἀθλεύων προ ἄνακτος ἀμειλίχου . ἤ τις Ἀχαιῶνimage

24.735 ῥίψει χειρὸς ἑλὼν ἀπο πύργου λυγρὸν ὄλεθρονimage1

24.736 χωόμενος . ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ .image

24.737 ἢ πατέρ’ . ἠὲ καὶ υἱὸν . ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶνimage

24.738 Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οῦδας .image

24.739 οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δάϊ λυγρῇ·image

24.740 τῶ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ ,image

24.741 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκαςimage

24.742 Ἕκτορ · ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά·image

24.743 οὐ γάρ μοι θνῄσκων . λεχέων ἐκ χεῖρας ὄρεξας .image

24.744 οὐδε τί μοι εἶπες πυκινὸν ἔπος . οὗ τέ κεν αἰεὶimage

24.745 μεμνήμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα·image

24.746 ὡς ἔφατο κλαίουσ’ . ἐπὶ δὲ στενάχοντο γυναῖκες·image

24.747 τῇσιν δ’ αὖθ’ Ἑκάβη αδινοῦ ἐξῆρχε γόοιο·image

24.748 Ἕκτορ . ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων·image

24.749 ῆ μέν μοι ζωός περ ἐὼν , φίλος ῆσθα θεοῖσιν·image

24.750 οἱ δ’ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ·image

24.751 ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς , πόδας ὠκὺς Ἀχιλλεὺςimage

24.752 πέρνασχ’ , ὅν τιν’ ἕλεσκε . πέρην ἁλὸς ἀτρυγέτοιο .image1

24.753 ἐς Σάμον . ἔς τ’ Ἴ̈μβρον . καὶ Λῆμνον ἀμιχθαλόεσσαν·image1

24.754 σεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ·image

24.755 πολλὰ ῥυστάζεσκεν , ἑοῦ περὶ σῆμ’ ἑτάροιοimage1

Scholia text

msA, 24.101, commenting on 24.624 ώπτησάν τε περιφραδέως . σημειοῦνται τινὲς ὅτι Ἡσίοδος ἐποίησεν· ὥπτησαν μὲν πρῶτα περιφραδέως δ’ ἐρύσαντο οὐδεῖς δὲ περιφραδέως ἐξέλκει κρέα ἀλλα μᾶλλον οπτᾷ ⁑image

msA, 24.102, commenting on 24.628 αὐτὰρ ἐπεὶ πόσιος : ὅτι κατακέχρηται τῷ στίχῳ ὁ γὰρ Ἀχιλλεὺς ήδη κεκόρεστο λέγει γὰρ νέον δ’ ἀπέληγεν ἐδωδῆς ⁑image

msAil, 24.23, commenting on 24.755@ῥυστάζεσκεν εῖλκεν ἔσσυρεν ⁑image

msAim, 24.45, commenting on 24.752 ἐν αλλω ὅντιν’ ἕλέῃσιimage