Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 326r

Manuscript msA, page 326r

image

prev: 325v next: 326v

Iliad text

24.756 Πατρόκλου . τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ’ ὧςimage

24.757 νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισιimage1

24.758 κεῖσαι . τῷ ΐκελος . ὅν τ’ ἀργυρότοξος Ἀπόλλωνimage1

24.759 οἷς . ἀγανοῖσ βέλεσσιν ἐποιχόμενος κατέπεφνεν·image1

24.760 ως ἔφατο κλαίουσα· γόον δ’ ἀλίαστον ὄρινε·image

24.761 τῇσι δ’ ἔπειθ’ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·image

24.762 Ἕκτορ . ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων ,image

24.763 ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής ,image

24.764 ὅς μ’ ἄγαγε Τροίηνδ ‘ ὡς πρὶν ὤφελλον ὀλέσθαι·image1

24.765 ἤδη γὰρ νῦν μοι τόδ’ εεικοστὸν ἔτος ἐστὶνimage

24.766 ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης .image

24.767 ἂλλ’ οὔ πω , σεῦ , ἄκουσα κακὸν ἔπος . οὐδ’ ἀσύφηλον·image

24.768 ἀλλ’ εἴ τίς με καὶ ἄλλος ἐνι μεγάροισιν ἐνίπτοιimage1, 2

24.769 δαέρων . ἢ γαλόων . ἠ εινατέρων εὐπέπλων .image

24.770 ἢ ἑκυρὴ . ἑκυρ δὲ πατὴρ ὡς ήπιος αἰεί .image1

24.771 ἀλλὰ σὺ τόν ἐπέεσσι παραιφάμενος κατέρυκες .image

24.772 σῇ τ’ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι·image

24.773 τὼ σέ θ’ ἅμα κλαίω καὶ ἒμ’ ἄμμορον ἀχνυμαι κῆρ·image

24.774 οὐ γάρ τίς μοι ἔτ’ ἄλλος ἐνι Τροίῃ εὐρείῃimage

24.775 ήπιος . οὐδὲ φίλος . πάντες δέ με πεφρίκασι·image1

24.776 ὡς ἔφατο κλαίουσ’ . ἐπὶ δὲ , στένε δῆμος ἀπείρων·image1

24.777 λαοῖσιν δ’ ὁ γέρων Πρίαμος μετα μῦθον ἔειπεν·image

24.778 ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δὲ . μηδέ τι θυμῷimage

24.779 δείσητ’ Ἀργείων πυκινὸν λόχον· ῆ γὰρ Ἀχιλλεὺςimage

24.780 πέμπων μ’ ὧδ’ ἐπέτελλε μελαινάων ἀπο νηῶν·image

Scholia text

msA, 24.103, commenting on 24.758 ὄν τ’ ἀργυρότοξος Ἀπόλλω · ἀντι τοῦ ὄν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι ⁑image

msA, 24.104, commenting on 24.765-24.767 ἤδε γὰρ νύν μοι τόδε εἰκοστον· ψευδὲς οὐ γὰρ εἰκοστὸν ἔτος δύναται εἶναι ἐξ οῦ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη εἴγε δεκαετὴς μὲν ἡ τοῦ θανάτου παρασκευὴ ὁμολογεῖται γεγονέναι εἰκοστῷ δὲ Ὀδυσσεὺς ἐνιαυτῷ εἰς τὴν θάκην ἐπανελήλυθεν πολὺν ἐν τῇ πλάνῃ ενδιατρίψας χρόνον· ῥητέον οῦ δὲ ὅτι δέκα ἔτη ἐστρατολόγουν χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι· νῦν εἰκοστὸν ἐτος ἐστιν ἀπο τῆς ἁρπαγῆς Ἑλενης · ἐπι δὲ Ὀδυσσέως τὰ δέκα ἔτι , τῆς στρατολογίας οὐκ αριθμητέον· λεληθότως δὲ ἐσήμανεν ὡς οἱ φρόνιμοι τῶν Τρώων πρὸς τιμῆς ἔχειν ἡγοῦντο τὴν Ἑλένην ⁑image

msAext, 24.11, commenting on 24.764 ὤφελλ’ απολέσθαιimage

msAext, 24.12, commenting on 24.776 ἔστενεimage

msAil, 24.24, commenting on 24.757@ἐρσήεις ἀνθηρόςimage

msAil, 24.25, commenting on 24.768@ἐνίπτοι ἐπιπλήττοιimage

msAim, 24.46, commenting on 24.759 εν αλλῳ οἷς ἀγανοῖσι βέλεσσι ἐποιχόμενος καταπέφνῃ ⁑image

msAim, 24.47, commenting on 24.768 γράφεται ένισσοιimage

msAim, 24.48, commenting on 24.770 γράφεται εῖεν :image

msAim, 24.49, commenting on 24.775 νῦν βδελύττονται ⁑image