Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 326v

Manuscript msA, page 326v

image

prev: 326r next: 327r

Iliad text

24.781 μὴ πρὶν πημανέειν . πρὶν δωδεκάτη μόλῃ ἠώς·image

24.782 ὡς ἔφαθ’ . οἳ δ’ ὑπ’ ἀμάξῃσιν βόας ἡμιόνους τεimage

24.783 ζεύγνυσαν . αἶψα δ’ ἔπειτα προ άστεος ἠγερέθοντοimage

24.784 ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·image

24.785 ἀλλ’ ὅτε δῆ δεκάτη ἐφάνη φαεσίμβροτος ἠὼς .image1

24.786 καὶ τότ’ ἄρ’ ἔξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντεimage1

24.787 ἒν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν· ἒν δ’ ἔβαλον πυρimage

24.788 ἦμος δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠὼς .image

24.789 τῆμος άρ’ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαόimage

24.791 πρῶτον μὲν κατα πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳimage

24.792 πᾶσαν ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειταimage

24.793 ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ’ ἕταροί τεimage1

24.794 μυρόμενοι· θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶνimage

24.795 καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες·image1

24.796 πορφυρέοις πέπλοισι αλύψαντες μαλακοῖσιν·image

24.797 αῖψα δ’ ὰρ , ἐς κοίλη κάπετον θέσαν· αὐτὰρ ὕπερθεimage

24.798 πυκνοῖσιν λάεσσι . κατεστόρεσαν μεγάλοισι·image

24.799 ῥίμφα δὲ σῆμ’ ἔχεαν· περι δὲ σκοποὶ εἵατο πάντimage

24.800 μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί ·image

24.801 χεύαντες δὲ τὸ σῆμα . πάλιν κίον· αὐτὰρ ἔπειταimage

24.802 εὖ συναγειρόμενοι δαίνυντ’ ἐρικυδέα δαῖταimage

24.803 δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος·image

24.804 ὣς οἵ γ’ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο·image

Scholia text

msA, 24.105, commenting on 24.793 ὀστέα λευκά : τινὲς ὀστέα προπαροξυτόνως ὡς χάλκεα ἄμεινον δὲ παροξύνειν·image

msAim, 24.50, commenting on 24.785 ἐν ἀλλῳ ροδοδάκτυλος ηως ⁑image

msAim, 24.51, commenting on 24.786 ἐν αλλῳ ἀχνύμενοι κῆρ ⁑image