Manuscript msA, page 32v
prev: 32r | next: 33r |
2.413 μὴ πρὶν ἐπ’ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν .
2.414 πρίν με καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
2.415 αἰθαλόεν : πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα :1, 2, 3
2.416 Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
2.417 χαλκῷ ῥωγαλέον : πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι1
2.418 πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν :1
2.419 ὡς ἔφατ’ . οὐδ’ ἄρα πώ οἱ , ἐπεκραίαινε Κρονίων :
2.420 ἀλλ’ ὅ γε δέκτο μὲν ϊρὰ . πόνον δ`’ ἀμέγαρτον ὄφελλεν .1
2.421 αὐτὰρ ἐπεί ρ’ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο .
2.422 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν : καὶ ἔδειραν :1
2.423 μηρούς τ’ ἐξέταμον , κατά τε κνίσῃ ἐκάλυψαν
2.424 δίπτυχα ποιήσαντες . ἐπ’ αὐτῶν δ’ ὠμοθέτησαν :1
2.425 καὶ τὰ μὲν ὰρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον :
2.426 σπλάγχνα δ’ ἂρ ἀμπείραντες . ὑπείρεχον Ἡφαίστοιο :
2.427 αὐτὰρ ἐπεὶ κατα μῆρ’ ἐκάη καὶ σπλάγχν’ ἐπάσαντο .1, 2
2.428 μίστυλλόν τ’ άρα τ’ ἄλλα καὶ ἀμφ οβελοῖσιν ἔπειραν .
2.429 ὤπτησάν τε περιφραδέως . ἐρύσαντό τε πάντα :
2.430 αὐτὰρ ἐπεὶ παύσαντο πόνου . τετύκοντό τε δαῖτα .
2.431 δαίνυντ’ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης :
2.432 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο .
2.433 τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱ̈ππότα Νέστωρ :
2.434 Ἀτρείδη : κύδιστε : ἄναξ ἀνδρῶν Ἀγάμεμνον :
2.435 μηκέτι νῦν δηθ`’ αὖθι λεγώμεθα . μηδέτι δηρὸν1, 2, 3, 4, 5
2.436 ἀμβαλλώμεθα ἔργον . ὃ δὴ θεὸς ἐγγυαλίζει :1
2.437 ἀλλ’ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
msA, 2.530, commenting on 2.420 ἀλλ ὅ γε δέκτο μὲν ϊρὰ πόνον δ’ αλίαστον· τοῦτο καὶ λέξις ὑπόκειται δια τοῦ α τῶν ὑπομνημάτων καὶ ἐστιν ἐμφατικωτέρα . οὐ χεῖρον δ’ ἂν εἴη τὴν ἐκλογὴν ἐκθεῖναι : ἀλλ ὅ γε δέκτο μὲν ϊρὰ πόνον δ’ ἀλίαστον ὄφελλεν : οἷον αἴσια ἐσήμαινε ὥστε λεγείν τοὺς μάντεις ὅτι δέδεκται τοιοῦτον μέντοι πόνον αὐτὸς ηὗξεν ὃν οὐκ ἂν ἐκκλίνειεν γελοῖον γὰρ ἂν ἦν εἰ μη εποίει τοῦτο ⁑
msA, 2.531, commenting on 2.422 αὐ έρυσαν· ὅτι τὸ αὐ έρυσαν ἀντὶ εἰς τοὐπίσω ἀνέκλασαν ὃ ποιοῦσιν οἱ σφάζοντες ⁑
msA, 2.532, commenting on 2.424 δίπτυχα ποιήσαντες· πρὸς τὸ ὠμοθέτησαν ὅτι ἐστὶν ἀπο τῶν μελῶν τῶν ὤμων ἀπάρξασθαι καὶ εἰς τὸν ἐπίπλουν ἐνθέντας ἱερεῦσαι ⁑
msA, 2.533, commenting on 2.427 αὐτὰρ ἐπεὶ κατα μῆρ’ ἐκάη· Πτολεμαῖος ἀπο τοῦ κ τὴν ἀρχὴν ποιεῖται μῆρε παραλαμβάνων εἶτα κάη ἵνα φησὶν Ϊωνικώτερον γένηται : τοῦτο δὲ οὐ συνεκτικὸν ὥσπερ εἶπον ἐντελῶς ὁπότε διέλαβον ἐπι τοῦ ἠ ει δη ποτέ τοι κατα πίονα μηρι’ ἔκηα εἴ γε ἤδη οιδε κάη τὰ μῆρα : μῆρα δὲ κείαντες ⁑
msA, 2.534, commenting on 2.435 μηκέτι νῦν δήθ’ αὖθι λεγώμεθα ⁑ οὕτως αἱ Ἀριστάρχου λέξεις εκ τοῦ τῆς Ἰλιάδος δηθὰ πολὺν χρόνον , αῦθι : αὐτοῦ λεγώμεθα συναθροιζόμεθα ὁ δε λόγος τοιοῦτος : μηκέτι νῦν ἐπι πολὺν χρόνον αὐτοῦ συνηθροισμενοι μένωμεν : Ζηνόδοτος δὲ ποιεῖ μηκέτι νῦν ταῦτα λεγώμεθα . Καλλίστρατος δὲ ἐν τῷ α Περι Ἰλιάδος οὕτως προφέρεται μὴκετι δὴ νῦν αὖθι λεγώμεθα καὶ ἔστιν εὐφραδὴς μᾶλλον ἀλλ ουκ Ἀριστάρχειος ταῦτα ὁ Δίδυμος ⁑
msA, 2.535, commenting on 2.435 μηκέτι νυν δήθ’ ὅτι Ζηνοδ γράφει ει ταῦτα λεγώμεθα : ὁ δε Ὅμηρος εἴωθε λέγειν : ὅτἂν πολλὰ προειρημένα ἢ ὡς ἐπ’ Αἰνείου καὶ Ἀχιλλέως ἀλλ άγε μηκέτι ταῦτα λεγώμεθα ⁑
msA, 2.536, commenting on 2.435-2.436 μηκέτι νῦν δήθ’ στρατηγικὴ παραγγελία χρόνου μὴ φείδεσθαι οὔτε γὰρ παρελθόντα ἀνακαλεῖσθαι οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα , ἐρωτηθεὶς γοῦν Ἀλέξανδρος πῶς τῆς Ἑλλάδος ἐκράτησεν μηδὲν ἀναβαλλόμενος εἶπεν ⁑
msA, 2.537, commenting on 2.436 ὃ δὴ θεὸς ἐγγυαλίξει : δια τοῦ ζ τὸ ἐγγυαλίζει αἱ Ἀριστάρχειοι καὶ Ἀπολλώνιος δὲ ὁ Ρόδιος ὁμοίως προφέρεται καὶ ἡ Ἀριστοφάνους ⁑
msAil, 2.543, commenting on 2.415 λ ὑπὸ
msAim, 2.539, commenting on 2.427 Ἀρισταρχος Ϊακῶς πάσαντο ⁑
msAim, 2.540, commenting on 2.435 ἀντὶ αναλεγώμεθα .
msAint, 2.541, commenting on 2.415 μελαθρον