Manuscript msA, page 33r
prev: 32v | next: 33v |
2.438 λαὸν , κηρύσσοντες . ἀγειρόντων κατὰ νῆας :1
2.439 ἡμεῖς δ’ ἀθρόοι ὧδε , κατα στρατὸν εὐρὺν Ἀχαιῶν .1
2.440 ἴ̈ομεν : ὄφρά κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα :1
2.441 ὡς ἔφατ’ . οὐδ’ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :
2.442 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
2.443 κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς :
2.444 οἱ μὲν ἐκήρυσσον . τοὶ δ’ ἠγείροντο μᾶλ’ ὦκα :
2.445 οἱ δ’ ἀμφ’ Ἀτρείωνα διοτρεφέες βασιλῆες
2.446 θῦνον κρίνοντες . μετὰ δὲ γλαυκῶπις Ἀθήνη 1, 2
2.447 αἰγίδ’ ἔχους’ ἐρίτιμον ἀγήραον ἀθανάτην τε :1, 2
2.448 τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται 1, 2
2.449 πάντες ἐϋπλεκέες , ἑκατόμβοιος δὲ ἕκαστος :1
2.450 σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν .1, 2, 3
2.451 ὀτρύνους’ ϊέναι : ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
2.452 καρδίῃ : ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι :1
2.453 τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ . ἠὲ νέεσθαι
2.454 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν :
2.455 ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
2.456 οὔρεος ἐν κορυφῇς . ἕκαθεν δέ τε φαίνεται αὐγή .
2.457 ὡς τῶν ἐρχομένων . ἀπὸ χαλκοῦ θεσπεσίοιο
2.458 αἴγλη παμφανόωσα , δι’ αἰθέρος οὐρανὸν ἷ̈κεν :1
2.459 Τῶν δ`’ ὥς τ’ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ .
2.460 χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
2.461 Ἀσίω ἐν λειμῶνι καϋστρίου ἀμφὶ ῥέεθρα1, 2, 3
2.462 ἔνθα καὶ ἔνθα ποτῶνται : ἀγαλλόμενα πτερύγεσσιν :1, 2
msA, 2.546, commenting on 2.446 μετὰ δὲ γλαυκῶπις Ἀθήνη · λείπει τὸ ἦν αὐτοτελὲς ῥῆμα δι’ὃ καὶ στικτέον ἐπι τὸ κρίνοντες : εἰ δέ τις κοινὸν λαμβάνοι τὸ ἔθυνεν ἀπο τοῦ θῦνον συναπτέον τοῖς ἐπάνω :
msA, 2.548, commenting on 2.450 συν τῇ παιφάσουσα· ἑκατέρω δύναται προσδίδοσθαι καὶ λόγον ἔχει ἀμφότερα ⁑
msA, 2.549, commenting on 2.448 ἠερέθονται· αἰωροῦνται παράγωγον δέ ἐστι τοῦ ἀείρω ὡς τοῦ ἀγείρω τὸ ἠγερέθονται : Ζηνόδοτος δὲ γράφει παρατατικῶς ἠερέθοντο ὅπερ οὐχ ἁρμόζει ἐπι ἀθανάτων ⁑
msA, 2.550, commenting on 2.452 καρδίῃ ἄλληκτον ἐπι τὸ καρδίη βραχὺ διασταλτέον ἔχει δὲ λόγον καὶ ἐπι τὸ ἄλληκτον διαστέλλειν ἵν σθενος ἄληκτον ⁑
msA, 2.551, commenting on 2.453-2.454 τοῖσι δ’ άφαρ πολεμος· ὅτι προ τῆς Ἀγαμέμνονος ἀριστείας οὐκ ὀρθῶς φέρονται . διαστολὴ δὲ βραχεῖα ἐπι τὸ γένετ’ ἐπεὶ μέρος ἐστι περιόδου ⁑
msA, 2.552, commenting on 2.449 ἑκατόμβοιος· ἑκατὸν βοῶν τιμῆς ἄξιος ἠ ἑκατὸν χρυσὸν νομισμάτων οἱ γὰρ ἀρχαῖοι ὑπερτιμῶντες τὸ ζῷον τὸν βοῦν δια πολλὰ μὲν καὶ ὅτι ϊερόν ἐστιν . ἐνεχάραττον τῳ μὲν ἑνὶ μέρει τοῦ νομίσματος βοῦν : τῷ δὲ ἑτέρῳ τὸ τοῦ βασιλέως πρόσωπον ⁑
msA, 2.553, commenting on 2.455-2.456 ἠΰτε πῦρ ἀΐδηλον : νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ ὅτε καθ έκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ πρώτη δὲ εἰκῶν ἡ ἀπο τῆς τῶν ὅπλων λαμπηδόνος μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ καὶ τῷ όρει ἔνθα καταιγίδες εἰσὶ καὶ τῆς κορυφῆς δι’ὃ θαρρῶν ἐπάγει ἔκαθεν δέ τε φαίνεται αὐγή ⁑
msA, 2.554, commenting on 2.458 αἴγλη παμφανόωσα : ὅτι καθ Ὅμηρον πρῶτος ἀπο γῆς ἐστιν ὁ ἀηρ εῖτα μετὰ τὰ νέφη αἰθηρ ὃν καὶ ὁμονύμως τῷ στερεμνίῳ οὐρανὸν καλεὶ ⁑
msA, 2.555, commenting on 2.461 Ἀσίω ἐν λειμῶνι· Ἰωνικὴ γενικὴ παθοῦσα τὸ γὰρ ὑγιές ἐστιν Ἀσίεω ὡς Ἀτρείδεω δι’ὃ χωρὶς τοῦ ϊ ⁑
msA, 2.556, commenting on 2.461 Ἄσιος υἱὸς Κότυος καὶ Μυιοῦς Λυδῶν βασιλεὺς ὥς φησὶ Χριστόδωρος ἐν τοῖς Λυδιακοῖς Κότυς λευκώλενον ἄλλην ἤγετο κουριδίην ὁμοδεμνιον οὔνομα Μυῦν ἢ δ’ Ἀσίην τέκε κοῦρον ⁑
msA, 2.557, commenting on 2.462 ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα· οὕτως χωρὶς τοῦ ϊ ἀγαλλόμενα Ἀρίσταρχος ἵν ᾖ τὰ ἔθνη ἀγαλλόμενα ἔνιοι δὲ προστιθέασι τὸ ϊ προς τὸ ὀρνίθων ἀνάγοντες τὸ ἀγαλλόμεναι καὶ λόγου τινὸς ἔχονται ⁑
msA, 2.558, commenting on 2.461 ἀπο τοῦ Ἀσίου τοῦ Κότυος βασιλέως Λυδίας Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος ὃς ἐν Ασκάλωνι ἔγημεν τὴν Δερκετὼ καὶ ἐξ αυτῆς ἔσχεν τὴν Σεμείραμιν : ἡ δε Δερκετὼ παρα Σύροις καλεῖται Ἀτάρκατις ⁑
msAint, 2.561, commenting on 2.439 δασύνειν δὲ καὶ παροξύνειν τὸ αθρ ἐνθάδε
msAint, 2.562, commenting on 2.446 ἵ¨να μὴ απιστοῖτο τὸ τάχος , την θεον παρέλαβεν : καὶ ὡς ἄξια τῆς θεοῦ μελλόντων αυτῶν κατορθοῦν
msAint, 2.563, commenting on 2.448 ἀντὶ πολλοί : ἢ τῶ αριθμῷ , πίστιν πεπόρισται·
msAint, 2.564, commenting on 2.450 πάντη τὰ φάη ἀΐσσουσα·
msAint, 2.565, commenting on 2.450 φῶ το φαίνω : ἀναδιπλασιασμὸς πεφασσω : καὶ πλεονα παιφασσω . οἱονεὶ φανερῶ : ὡς πταίνω παπταίνω : πάσσω πάλη . παιπάλη ·