Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 33v

Manuscript msA, page 33v

image

prev: 33r next: 34r

Iliad text

2.463 κλαγγηδὸν προκαθιζόντων , σμαραγεῖ δέ τε λειμών ,image1, 2

2.464 ὡς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάωνimage

2.465 ἐς πεδίον προχέοντο Σκαμάνδριον : αὐτὰρ ὑπο χθὼνimage

2.466 σμερδαλέον κονάβιζε ποδῶν . αὐτῶν τὲ καὶ ἵ̈ππων .image

2.467 ἔσταν δ’ ἐν λειμῶνι Σκαμανδρίω ἀνθεμόεντιimage1

2.468 μυρίοι , ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ :image1

2.469 ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ .image

2.470 αἵ τε κατα σταθμὸν ποιμνήϊον ἠλάσκουσινimage

2.471 ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει :image1

2.472 τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ image

2.473 ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες :image

2.474 τοὺς δ’ ὥς τ’ αἰπόλια πλατέ’ αἰγῶν αἰπόλοι ἄνδρεςimage1, 2, 3

2.475 ῥεῖα διακρίνωσιν . ἐπεί κε , νομῷ μιγέωσιν .image

2.476 ὡς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθαimage

2.477 ὑσμίνην δ`’ ἰέναι : μετὰ δὲ κρείων Ἀγαμέμνων image

2.478 ὄμματα καὶ κεφαλὴν ἵ̈κελος Διῒ τερπικεραύνῳ ,image1

2.479 Ἄρεϊ δὲ ζώνην : στέρνον δὲ Ποσειδάωνι :image

2.480 ἠΰτε βοῦς ἀγέληφι μέγ’ ἔξοχος ἔπλετο πάντωνimage

2.481 ταῦρος : ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομενῇσιν .image1

2.482 τοῖον ἂρ Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳimage

2.483 ἐκπρεπέ’ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν :image

2.484 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι :image1

2.485 ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστε τε πάντα :image1

2.486 ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν :image

2.487 οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν :image

Scholia text

msA, 2.568, commenting on 2.463 ‡κλαγγηδὸν προκαθιζόντων· ὑποστιγμὴ ἐπι τὸ προκαθιζόντων δια τὸ ὡς μόριον καὶ ἐπι τὸ λειμών . μακρὰ γὰρ ἡ περίοδος πέντε ἔπη περιέχουσα . τὸ δὲ εξῆς : ορνίθων : πετεηνῶν ἔθνεα πολλὰ κλαγγηδὸν προκαθιζόντων ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι σμαραγεῖ δέ τε λειμῶν τὰ δὲ ἀλλα δια μέσου τὸ δὲ σμαραγεῖ λάμπει ὅθεν καὶ σμάραγδος ὁ λαμπρὸς λίθοςimage

msA, 2.569, commenting on 2.463 προκαθιζόντων : τὰ συναγελαστικὰ τῶν ὀρνέων ὅταν προλάβη τῇ πτήσει ἀνανένειν εἴωθε τὰ ὑστεροῦντα ⁑image

msA, 2.570, commenting on 2.467 Σκαμανδρίῳ ἀνθεμόεντι : τὸ τῷ Σκαμάνδρω ποταμῷ παρα κείμενον πεδίον : ὁ δὲ Σκάμανδρος κατα φερόμενος ἀπο τῆς Ἴδης καὶ μέσον τέμνων τὸ ὑπο κείμενον τῇ Ἰλίῳ πεδίον καὶ ἐπι τὰ ἀριστὰ ἐκδιδὸυς εἰς θάλασσαν καλεῖται δε οὗτος καὶ Ξάνθος ⁑image

msA, 2.571, commenting on 2.469-2.472 ἡΰτε μυιάων· ἀπ άλλης ἀρχῆς τὴν παραβολὴν προοιστέον ἵνα ὑποστίζωμεν ἐπι τὸ δεύει τῆς ἀνταποδιδομένης τῷ ηΰτε λέξεως ἀνακολούθως ἐχούσης ὡς ἐν τῇ ὡς δ’ ὅτ’ ἐν ουνὠ ἄστρα τόσσα μεσηγὺ νεῶν ⁑image

msA, 2.572, commenting on 2.474 τοὺς δ’ ὥς τ’ αἰπόλια· αἰπόλιαν τὸ τῶν αιγῶν ποίμνιον δὲ τὸ τῶν προβάτων συβόσιον δὲ τὸ τῶν χοίρων : βουκόλιον δὲ τὸ τῶν βοῶν : ἱπποφόρβιον δὲ τὸ τῶν ἵππων ⁑image

msA, 2.573, commenting on 2.474 τοὺς δ’ ὥς τ’ αἰπόλια· αἰπόλιαν τὸ τῶν αιγῶν ποίμνιον δὲ τὸ τῶν προβάτων συβόσιον δὲ τὸ τῶν χοίρων : βουκόλιον δὲ τὸ τῶν βοῶν : ἱπποφόρβιον δὲ τὸ τῶν ἵππων ⁑image

msA, 2.574, commenting on 2.478-2.479 ὄμματα καὶ κεφαλὴν· γραφεις μὲν τὸ ἀληθὲς μεταδιώκουσι : τραγικοὶ δὲ τὸ σεμνότερον . κωμικοὶ δὲ τὸ έλασσον άπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστιν ὡς ἐπὶ Θερσίτου : καὶ τῷ δ’ ἔχεν Αὐτομέδων καὶ ἐπι Αγαμέμνονος νῦν καὶ ἱ¨κανὸν ἑνὶ θω εἰκάζειν αὐτὸν : ὁ δε τρεῖς εἴκασεν ἑκάστου τὸ διαπρεπὲς ἐκλεξαμενος τοῦ βασιλέως μὲν τὸ ἠγεμονικὸν καὶ ἐποπτικον ἐννοσιγαίου δὲ τὸ ἰσχυρὸν οῖς τὰ βάρη κατέχομεν : Ἄρεως δὲ τὰ μάλιστα ἐν πολέμῳ φαινόμενα : τὸ ἀξιωματικόν : τὸ γεραρὸν τὸ πολεμικόν ⁑image

msA, 2.576, commenting on 2.484-2.487 ἔσπετε νῦν μοι Μοῦσαι ⁑ ὡς επι ἐργώδη καὶ θαυμασίαν περιπετειαν τὰς Μουσας παρακαλεῖ ὡς τὸν ἀκροατὴν δια τὸ μέγεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεεστερον λεγομένοις εὐτελίζων δε τὴν ἰδίαν φυσιν τὴν ἀπο τῶν ἀκουόντων ἐπεσπάσατο εὔνοιαν : ὁ δε λόγος εσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες ἀρχοὺς γὰρ νηῶν ἐρέω πληθὺν δ’ οὐκ ὰν εγὼ μυθήσομαι εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι ὑμῶν γάρ ἐστι τὸ ἔργον δια δε τοῦ εἰπεῖν φωνὴ δ’ ἄρρηκτος δηλοῖ ὅτι σῶμα ἡ φωνη·image

msA, 2.577, commenting on 2.484-2.487 ἔσπετε νῦν μοι Μοῦσαι ⁑ τὸ ἑξῆς ἐστιν ἔσπετε οἵ τινες : τὰ δε λοιπὰ δια μέσου καὶ διασταλτέον μὲν επι τὸ ἔχουσαι ἀνυποκρίτως δὲ στίζεται ἐπι τὸ ἑστέ καὶ πάρεστε : καὶ πάντα : καὶ ἀκούομεν καὶ ἴδμεν . δύναται δὲ καὶ στίζεσθαι κατα τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ δεύτερος ἵνα ἕκαστον ᾖ καθ εαυτὸ καὶ συνάπτηται : οὐδέ τι ἴδμεν οἵ τινες ἡγεμόνες περισσεύοντος τοῦ τί μορίου πρότερον γὰρ ἐπεῖχε τινὰ χώραν ⁑image

msA, 2.578, commenting on 2.485 ὑμεῖς γὰρ θεαί ἐστε· ὅτι τινὲς γράφουσι πάρηστε οἷον κατ εκεῖνον τὸν χρόνον βελτιον δὲ καθολικῶς ἐπι πάντων ⁑image

msA, 2.579, commenting on 2.486-2.493 οὐδέ τι ἴδμεν οἴτινες ἠγεμόνες ⁑ εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας πῶς ὑποκατιών φησὶν ἀρχοὺς αὖ νηῶν ἐρέω : στικτέον οὖν εἰς τὸ ἴ¨δμεν καὶ τὸν λόγον οὕτως ἐκδεκτέον : δύο ὑποτίθεται ὦν τὸ μὲν μηδε όλως δύνασθαι δια τὸ πλῆθος εἰπεῖν : τὸ δε δύνασθαι μέν χρήζειν δὲ τῆς τῶν Μουσῶν συμμαχίας ἔστιν οὖν τὸ πᾶν ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες ἀρχοὺς αὖ νηῶν ἐρέω νῆὰς τε προπάσας πληθὺν δ’ οὐκ ὰν ἐγὼ μυθήσομαι εἰ μη αὖται αἱ Μούσαι δι εαυτῶν εἴποιεν : τὸ δὲ ὑμεῖς γὰρ θεαί ἐστε ἐμεσολάβησε τοῦ ἔσπετε νῦν μοι Μοῦσαι οἵτινες ἡγεμόνες ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ προς τὰς Μουσας ἀπερεῖσαι τὸν λόγον ⁑image

msAext, 2.583, commenting on 2.468 γεινεται ὤρηimage

msAext, 2.584, commenting on 2.481 ρομένησιimage

msAim, 2.580, commenting on 2.471 κατ εξοχὴν τῶν ἄλλων ὡρῶν ⁑image

msAim, 2.581, commenting on 2.478 τὸ ομοίος καὶ ἴσως καὶ τὸ ΐκελος δοτικῇ συντάσσεται ⁑image

msAint, 2.582, commenting on 2.474 πλατέα μεγάλα ἡ ὅτι ἐν διάστήματι καὶ πλάτει νέμονται αἱ αῖγες ⁑image