Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 34r

Manuscript msA, page 34r

image

prev: 33v next: 34v

Iliad text

2.488 πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνωimage

2.489 οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι : δέκα δὲ στόματ’ εἶεν :image

2.490 φωνὴ δ’ ἄρρηκτος . χάλκεον δέ μοι ἦτορ ἐνείη :image

2.491 εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι . Διὸς αἰγιόχοιοimage

2.492 θυγατέρες . μνησαίαθ’ ὅσοι ὑπὸ Ἴλιον ἦλθον :image

2.493 ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας ⁑image1

2.494 Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον :image1

2.495 Ἀρκεσίλαός τε Προθοήνωρ τε κλονίος τε :image1

2.496 οἵ θ’ Ὑρίην ἐνέμοντο , καὶ Αὐλίδα πετρήεσσαν :image1, 2

2.497 Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ’ Ἐτεωνόν :image1

2.498 θέσπῑαν : Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν :image1

2.499 οἵ τ’ ἀμφ’ Ἅρμ’ ἐνέμοντο . καὶ Εἰλέσιον : καὶ Ἐρυθράς :image

2.500 οἵ τ’ Ἐλεῶν’ εἶχον : ἠδ’ Ὕλην καὶ Πετεῶνα :image1

2.501 Ὠκαλέην Μεδεῶνά τ’ ἐϋκτίμενον πτολίεθρον :image

2.502 Κώπας Εὔ΄τρησίν τε πολυτρήρωνά τε Θίσβην :image1

2.503 οἵ τε Κορώνειαν καὶ ποιήενθ’ Ἁλίαρτον :image

2.504 οἵ τε Πλάταιαν ἔχον ἢ δ’ οἳ Γλισᾶντ’ ἐνέμοντο :image

2.505 οἵ θ’ ὑπο Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον :image

2.506 Ὀγχηστόν θ’ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος :image

2.507 οἵ τε πολυστάφυλον Ἄρνην ἔχον : οἵ τε Μίδειαν :image1

2.508 Νῖσάν τε ζαθέην , Ἀνθηδόνα τ’ ἐσχατόωσαν :image

2.509 τῶν μὲν πεντήκοντα νέες κίον : ἐν δὲ ἑκάστῃimage

2.510 κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον :image

2.511 οἱ δ’ Ἀσπληδόνα ναῖον ἰ̈δ`’ Ὀρχομενὸν Μινύειον .image1, 2

2.512 τῶν ἦρχ’ Ἀσκάλαφος καὶ Ἰ̈άλμενος υἷες Ἄρηος :image

Scholia text

msA, 2.585, commenting on 2.488-2.492 ‡πληθὺν δ’ ἐγὼ μυθήσομαι· ἤτοι ὅτι περισσὸς , εἰ μυθήσομαι εἴρηκεν ἀντι τοῦ μυθησαίμην : πάλιν δὲ δια μέσου τὸ διστίχιον : τὸ γὰρ ἑξῆς πληθὺν δ’ οὐκ ὰν εγὼ μυθήσομαι εἰ μὴ Ολυμπιάδες : τὰ δὲ λοιπὰ δια μέσου ὡς ἔθος . διὃ στζομεν ἀνυποκρίτως ἐπι τὸ Μοῦσαι ⁑ διασταλτέον δὲ καὶ θυγατέρες ⁑image

msA, 2.586, commenting on 2.489-2.490 οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι ὅτι ἡ ἰδιότης τῆς ὑπερβολῆς Ὁμηρική : καὶ ἐν Ὀδυσσείᾳ . οὐδ’ εἰ οἱ χειρές τε ἐείκοσι καὶ πόδες εἶεν : ἡ δὲ ἀναφορὰ πρὸς τοὺς περιγράφοντας τούτους τοὺς στίχους ⁑image

msA, 2.587, commenting on 2.494 Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ῆρχον ⁑ ἄρξασθαι φασὶ τινὲς ἀπο Βοιωτῶν τὸν Ὅμρ τοῦ ὡς κεχαρισμένων τῶν Μουσῶν ῶν ἐπεκαλέσατο αὐτόθι γὰρ ἐν Βοιωτίᾳ εἰναι τὸν Ελικῶνα τὸ όρος ὅπου σύνηθες αὐταῖς διατρίβειν : ἀντιλέγουσι δε τινες τούτοις φάσκοντες . οὑ τῆς Βοιωτίας ἀλλὰ τῆς Φωκίδος εἶναι τὸν Ἑλικῶνα . μὴ οὖν ἀπο Βοιωτῶν τὴν ἀρχὴν δια τοῦτο γεγενῆσθαι : τινὲς δὲ ὅτι ἀνθ ὧν οὖτοι μόνοι πέντε εἶχον ἡγενόνας : ἄλλοι δέ φασιν οὐ δια τοῦτο : ἀλλ’ επεὶ πολλὰς πόλεις εἶχ ἡ Βοιωτία . δια τοῦτο ἐντεῦθεν ἄρξασθαι αὐτὸν τοῦ . οὐκ έστι δὲ , οὐδε τοῦτο ὑγιὲς οὐ γὰρ ἀπο πλήθους πόλεων ὁ παραμετρεῖται . ήρξατο γὰρ ἂν μᾶλλον ἀπο Κρητῶν ἐχόντων ἑκατὸν πόλεις : βέλτιον δὲ λέγειν αὐτὸν ἀπὸ Βοιωτῶν ῆρχθαι ἐπειδήπερ ἐν Αὐλίδι πόλει τῆς Βοιωτίας συνήχθη ἅπαν τὸ πλῆθος τῶν ἐπι τὴν Ἴλιον μελλόντων στρατεύειν ἔχει δὲ αὕτη ἡ πόλις λιμένας τοὺς μὲν βλέποντας ἐπι τὴν Ἴλιον τοὺς δὲ καταγωγοὺς ἀπο τῆς Ἑλλάδος ἁπασης δι ἥν αἰτίαν συνηθροίσθησαν αὐτόθι καὶ ἐντεῦθεν ἀπέπλευσαν . ὁ δὲ Ἀρίσταρχός φησὶ κατα ἐπιφορὰν αὐτὸν τὴν ἀρχὴν ποιήσασθαι ει γὰρ καὶ ἀπ αλλου ἔθνους ήρξατο ἐζητοῦμεν ἄν τὴν αιτίαν τῆς ἀρχῆς‡image

msA, 2.588, commenting on 2.494-2.495 Βοιωτῶν μὲν Πηνέλεως · ἰστέον ὅτι ἐτίθεσαν οἱ πλεῖστοι τῶν παλαιῶν προληπτικῶς τὰς ὀνομασίας τοῖς παισὶν ἀφ ὧν ἔμελλον οἱ παῖδες ἐπιτηδεύειν πραγμάτων : σφόδρα δὲ αὐτοῖς ἔμελλε τὰ πολέμου διὃ Πηνέλεως μὲν ὠνομάσθη ἀπὸ τοῦ μένεσθαι περι τὸν λεὼν ὅ ἐστι πονεῖν καὶ ἐργάζεσθαι κατὰ τὸν όχλον : Λήϊτος δὲ ἀπο τοῦ λειαν ἁζειν : λεία δὲ ἡ ἀπο πολέμου κτῆσις . Ἀρκεσίλαος δὲ ἀπο τοῦ επαρκεῖν καὶ βοηθεῖν τοῖς λαοῖς τοῦτεστι τοῖς όχλοις : Προθοήνωρ δὲ ὁ προθέων ἠνορέῃ τοῦτεστιν ἀνδρεῖα : Κλονίος δὲ ὁ γενναιος καὶ μάχιμος γενησόμενος κλόνος γὰρ ἡ μάχη ⁑image

msA, 2.589, commenting on 2.494-2.495 Βοιωτῶν μὲν Πηνέλεως ἡ Βοιωτία τὸ πρότερον Ἀονία εκαλεῖτο ἀπὸ τῶν κατοικούντων ἐπ αυτῇ Ἀόνων μετωνομάσθη δὲ Βοιωτία κατα μέν τινας ἀπο Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ Ἄρνης . καθ’ ἑτέρους δὲ ἀπο τῆς ελαθείσης κατὰ τὸ πυθόχρηστον ὑπὸ Καδμου βοός . Εὐρωπης γὰρ τῆς Φοίκινος θυγατρὸς ἐκ Σιδῶνος ὑπο Διὸς ἁρπαγείσης Κάδμος ἀδελφὸς αὐτῆς κατὰ ζήτησιν πεμφθεὶς ὑπο τοῦ πρς ὡς οὐχ εῦρεν αὐτὴν . ἦλθεν εἰς Δελφοὺς ἐρωτήσων τὸν θεόν . ὁ δὲ θς εἶπεν αὐτῷ περι μὲν Εὑρώπης μὴ πολυπραγμονεῖν . χρῆσθαι δε καθοδηγῷ βοῒ καὶ πόλιν εκεῖ κτίζειν ἔνθα ἂν αὐτὴ εἰς τα δεξιᾷ πέσῃ καμοῦσα : τοιοῦτον λαβῶν χρησμο῀ν διὰ Φωκείων ἐπορεύετο , εἶτα βοῒ συντυχὼν παρὰ τοῖς Πελαγόνος βουκολίοις ταύτῃ πορευομένῃ κατὅπιν εἵπετο : ἡ δὲ διεξοῦσα πασαν Βοιωτίαν ὦκνήσασα ἀνεκλθη ενθα νῦν εἰσὶ αἱ πολεῖς Θῆβαι : βουλόμενος δὲ Ἀθηνᾷ τὴν βοῦν καταθῦσαι , πέμπει τινὰ τῶν μεθ εαυτοῦ ληψόμενου χέρνιβα ἀπο τῆς Ἀρητιάδος κρήνισσος δὲ φρουρῶν τὴν κρήνην δράκων ὃν Ἄρεως ἔλεγον εἶναι τοὺς πλείονας τῶν πεμφθέντων δίεφθειρεν : ἀγανακτήσας δὲ Κάδμος κτείνει τὸν δράκοντα καὶ τῆς Ἀθηνᾶς αὐτῷ ὑποθεμένης τοὺς τούτου ὀδόντας σπείρειν ἀφ οῦ εγένοντο οἱ γηγενεῖς . ὀργισθέντος δὲ Ἄρεως . καὶ μέλλοντος Κάδμον ἀναιρεῖν ἐκώλυσεν ὁ Ζεὺς , καὶ Ἁρμονίαν αὐτῷ συνῴκισε τὴν Ἄρεως καὶ Ἀφροδίτης : πρότερον δὲ ἐκέλευσεν αὐτὸν ἀντι τῆς ἀναιρέσεως τοῦ δράκοντος ἐνιαυτὸν θητεῦσαι : ἐν δὲ τῷ γάμῳ Μούσας ᾆσαι καὶ τῶν θεῶν ἕκαστον Ἁρμονία δῶρον δοῦναι : ἱστορεῖ Ἑλλανικος ἐν Βοιωτιακοἷς καὶ Ἀπολλόδωρος ἐν τῷ γ ⁑image

msA, 2.590, commenting on 2.495 Κλονίος , παροξύνεται ἐπεὶ τὰ εἰς ὸς λήγοντα τὸ ϊ παραληγόμενα τριβράχεα ἐπι κυρίων παροξύνεται Σχεδίος Χρομίος Δολίος . ἀντιπίπτει τὸ Ἅλιος κατὰ τὴν παράδοσιν καὶ τὸ Ἄνιος καὶ Κρόνιος καὶ Ξένιος ⁑image

msA, 2.591, commenting on 2.496 οἵ θ’ Ὑρίην ἐνέμοντο· ποῦ παρέλαβον σύνδ τέ ἀλλ ὅντως παρέλαβον Θυρίαν τὴν πο οὐκ εῦ δὲ ἀπο γὰρ Ὑριέως καὶ ἡ Ὑρία οὕτως ὀφείλει ἔχειν τὸν τοῦ υ φθόγγον : μαρτυρεῖ καὶ Ἡσίοδος λέγων ἢ δίη Ὑρίη Βοιωτίης τρέφε κούρην ⁑image

msA, 2.592, commenting on 2.496 Αὐλίδα πετρήεσσαν· ὡς ἀπο ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις καὶ εἰ μέντοι παρα τῷ Εὐφορίωνι Αὖλιν τεσφάγον αἰτιατικὴ ἀπο εὐθείας βαρυνομένης γέγονεν ἡ γὰρ εἰς ϊν κατάληξις ἀπο βαρυτόνων ἐστιν ἡ δε εἰς ρα καὶ ἀπο βαρυτόνων καὶ ὀξυτόνων ⁑image

msA, 2.593, commenting on 2.497 Σχοῖνόν τε , Σκῶλόν τε , πολύκνημόν τ’ Ετεωνόν · καθ ἕκαστον ὄνομα ἐκ φύσεως καὶ λόγου διαστολή εστι βραχυτάτη δια τὴν ἐπανάληψιν τῶν ὀνοματικῶν ἣν ἐν τοῖς ἀντιγράφοις τιθέναι οὐκ επείγει κατα δὲ τὴν προφορὰν σώζει ⁑image

msA, 2.594, commenting on 2.498 Θέσπιαν Γραιαν τε· ἐκτετάσθαι φασὶ δια τὸ μέτρον τὸ γὰρ τῆς ϊστορίας ἐν συστολῇ τέ εστι πληθυντικῶς τὲ λεγόμενον ἴσως οὖν ὅλον ποιητικόν ἐστι σύνηθες γὰρ αὐτῷ πολλάκις τὰ πληθυντικῶς λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι καὶ εὐρυάγυιαν Ἀθήνην πολυχρύσοιο Μυκήνῃς καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικα πληθυντικῶς : ἐκ μὲν Κρητάων γένος εὔχομαι . ταῦτα ἐν τη Προσωδ ὁ Ηρωδιανός : ἐν μέντοι τῷ ια τῆς Καθολικῆς προσωδίας ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι προ τέλους τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ καὶ τοῦτο αὐτὸ τὸ Ομηρικὸν παρατίθησι καὶ ἀλλ’ αχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶς καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιὰ ὀξυτόνως λέγεται·image

msA, 2.595, commenting on 2.500 οἵ τ’ Ἐλεῶν εἶχον ⁑ ὅτι νῦν μὲν ἐκτεταμένως Ὕλην εἴρηκεν ἐν ἄλλοις δὲ συνεσταλμένως Ὕλη ἔνι οἰκίᾳ ναίων : νῦν δὲ καλοῦνται Ὕλαι πληθυντικῶς ⁑image

msA, 2.597, commenting on 2.507 οἵ τε πολυστάφυλον ὅτι Ζηνόδοτος γράφει Ἄσκρην ἔχον οὐ δύναται δὲ πολυστάφυλος ἡ Ἄσκρη λέγεσθαι : ἀξιοπιστότερος γάρ ἐστιν Ἡσίοδος λέγων Ἄσκρη χεῖμα κακον θέρει ἀργαλέη . ὥστε οὐδὲ πολύκαρπος λεγοιτο ἄν ⁑image

msA, 2.598, commenting on 2.511 οἱ δ’ ἁσπληδόν· ὅτι καὶ ἕτερος Ὀρχόμενός εστιν Ἀρκαδικός . ἀλλ’ ὁ μὲν Βοιωτίακος , Μινύειος καλεῖται ὁ δὲ Ἀρκαδικὸς πολύμηλος καὶ τοῖς ἐπιθέτοις διαστέλλεται ἡ ὁμωνυμία ⁑image

msAext, 2.511x, commenting on 2.511 ἀσπληδον’ ἔναιονimage

msAim, 2.599, commenting on 2.493 ὅτι περισὴ ἡ προ πρόθ ·image