Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 34v

Manuscript msA, page 34v

image

prev: 34r next: 35r

Iliad text

2.513 οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο :image

2.514 παρθένος αἰδοίη ὑπερώϊον εἰς , ἀναβᾶσαimage1, 2

2.515 Ἄρηϊ κρατερῷ : ὁ δέ οἱ παρελέξατο λάθρῃ :image

2.516 τῶν δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο :image1

2.517 Αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχονimage1, 2

2.518 υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδᾱο :image1

2.519 οἲ Κυπάρισσον ἔχον : Πυθῶνά τε πετρήεσσανimage1, 2

2.520 Κρῖσαν τε ζαθέην : καὶ Δαυλίδα καὶ Πανοπῆα :image1, 2, 3, 4

2.521 οἵ τ’ Ἀνεμώρειαν . καὶ Ὑάμπολιν ἀμφενέμοντο :image1, 2

2.522 οἵ τ’ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον :image1

2.523 οἵ τε Λίλαιαν ἔχον πηγῇς ἐπὶ Κηφισοῖο :image1

2.524 τοῖς δ’ ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο :image

2.525 οἱ μὲν Φωκήων στίχας ἵ̈στασαν . ἀμφιέποντες .image

2.526 Βοιωτῶν δ’ ἔμπλην ἐπαριστερὰ θωρήσσοντο :image

2.527 Λοκρῶν δ’ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας image1

2.528 μείων : οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας :image1

2.529 ἀλλὰ πολὺ μείων : ὀλίγος μὲν , ἔην λινοθώρηξ .image

2.530 ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς image

2.531 οἳ Κῦνόν τ’ ἐνέμοντ’ . Ὀπόεντά τε Καλλίαρόν τεimage

2.532 Βῆσσάν τε . Σκάρφην τε . καὶ Αὐγειὰς ἐρατεινάς :image1, 2

2.533 Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ρέεθρα :image

2.534 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντοimage

2.535 Λοκρῶν . οἳ νεουσι πέρην ἱ̈ερῆς Εὐβοίης :image1

2.536 οἱ δ`’ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντεςimage

2.537 Χαλκίδα τ’ Εἰρέτριάν τε πολυστάφυλόν τ’ Ἰ̈στίαιαν image1

Scholia text

msA, 2.600, commenting on 2.514 ‡ὑπερώϊον oἶς ἀναβᾶσα· τὴν εἶς πρόθεσιν χωριστέον τοῦ ἀναβᾶσα ἀναστροφὴ γὰρ εἰς ὑπερῷον ἀναβασα : τὸ δε διάστημα οὐ πάν τι αἰσθητόν ⁑image

msA, 2.602, commenting on 2.516 τῶν δὲ τριήκοντα γλαφυραι· κατα δοτικὴν τοῖς δὲ αἱ Ἀριστάρχου . καὶ ἔστιν ὅμοιον τῷ τοῖσι δ’ ἅμ ὁγδώκοντα καὶ τὸ ἑνικὸν τῷ δ’ ἅμα τεσσαράκοντα ⁑image

msA, 2.603, commenting on 2.517 αὐτὰρ Φωκήων · ὅτι καὶ ἕτερος Σχεδίος ἐστι Φωκεὺς τῶν ἐπι μέρους ἡγεμὼν καὶ ἀμφότεροι ὑφ’ Ἕκτορος ἀναιροῦνται : ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον ἀρχὸν Φωκήων ἡ δὲ ἀναφορὰ προς τὰ Πυλαιμενοῦς ⁑image

msA, 2.604, commenting on 2.517 αὐτὰρ Φωκήων · τὰ τοιαῦτα διχῶς εν ταῖς Ἀριστάρχου εὑρίσκομεν καὶ δια τοῦ ει Φωκείων καὶ δια τοῦ η Φωκήων τοὺς δε Φωκεῖς οἱ μὲν ἀπο Φωκου τοῦ Ψαμάθης καὶ Αἰακοῦ τοῦ Πωσειδῶνος καὶ Προνοης τῆς Ἀσωποῦ ⁑image

msA, 2.605, commenting on 2.518 υἱέες Ἰ¨φίτου · τὴν μέσην συλλαβὴν ἐκτείνομεν τα Ἰφίτου διὰ τὸ μέτρον ἐν ἑτέροις γοῦν φυλασσομεν τὸν χρόνον Ἴφιτος Εὐρυτίδης ⁑image

msA, 2.606, commenting on 2.519 οἳ Κυπάρισσον ἔχον : ὠνομάσθη Κυπάρισσος ἀπο Κυπαρίσσου τοῦ Ὀρχομενοῦ ἀδελφοῦ ἡ ἀπο τῶν ἐν αυτῆ φυομένων κυπαρίσσων ὁμωνύμως δὲ τῷ δένδρῳ ἀνεγνώσθη ⁑image

msA, 2.608, commenting on 2.520 κρῖσάν τε ζαθ · ὅτι Ζηνοδ γράφει καὶ Πανοπτέων ἄμετρον ποιῶν τὸν στίχον καὶ οὐ καθ’ Ὅμηρον σχηματίζων τὸ ὄνομα ἔστι γὰρ Πανοπεὺς ὡς Ἀχιλλεὺς ὃς ἐν κλειτῷ Πανοπῆϊ ⁑image

msA, 2.609, commenting on 2.520 Κρῖσα · πεδίον ἐν Λοκρίδι . ἡ ὡς οἱ πλείονες φασὶν ἐν Δελφοῖς ὀνομασθὲν ἀπο Κρίσου τοῦ Τυράννου καὶ Ἀστεροδείας τῆς Διϊονος ⁑image

msA, 2.610, commenting on 2.520 Δαυλὶς δὲ πό Φωκίδος · ἀπο Δαυλιέως ὀνομασθεῖσα τοῦ τυράννου καὶ Χρηστώνης , ἠ δια τὸ σύμφυτον . δαυλὸν γὰρ τὸ δασὺ ἔλεγον οἱ ἀρχ ⁑image

msA, 2.611, commenting on 2.520 Πανοπῆα · πό Φωκίδος ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ Φωκοῦ ⁑image

msA, 2.612, commenting on 2.521 οἵ τ’ Ἀνεμώρειαν · αὕτη μεταξὺ κειται Φωκίδος καὶ Δελφῶν : ἐφ ὑψηλοῦ τόπου ὅθεν καὶ οὕτως ὠνόμασται παρα τὸ καταπνεῖσθαι αὐτὴν σφοδρῶς ⁑image

msA, 2.614, commenting on 2.522 οἵ τ’ ἄρα παρ ποταμὸν Κηφισσον · οὗτοι Ἐπικηφίσιοι λεγονται ὑπο δέ τινων παραποτάμιοι : ὁ δε Κηφισὸς ποταμὸς ἐπι τῆς Φωκίδος ἔχων τὰς πηγὰς ἐκ Λιδαίας ὥς φησιν Ησίοδος ᾥστε Λιλαίῃσι προΐει καλλίροον ὕδωρ ⁑image

msA, 2.615, commenting on 2.523 πηγῇς ἐπι Κηφισοῖο · Πτολεμαῖος ἀναστρέφει καὶ Πάμφιλος Ἀλεξιῶν συντάσσει τῇ γενικῇ τὴν πρόθεσιν καὶ οὐκ αναστρέφει . Ἀρίσταρχος δὲ τοῖς κυριωτέροις συνέτασσε τὰς προθέσεις ⁑image

msA, 2.616, commenting on 2.527-2.531 Λοκρῶν δ’ ηγεμόνευεν· ὅτι τινὲς τῶν νεωτέρων ἀνέγνωσαν χωρὶς τοῦ ο ὡς ἄρθ ὄντος εἶτα Ἰλῆος : ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει τὸν Ἰολῆα . τὸ δὲ ἑξῆς ἐστι , Λοκρῶν οἳ Κῦνον τὰ δὲ λοιπὰ δια μέσου ὦν ἡ διόρθωσις προεἴρηται ⁑image

msA, 2.617, commenting on 2.527 Λοκρῶν νῦν μέμνηται τῶν Επικνηνιδίων καλουμένων οὗτοι γὰρ ἀντικρὺ τῆς Εὐβοίας τὴν οίκησιν πεποίηται ὁ ὑπο τῷ Αἴαντι ὄντες : εἰσὶ δὲ καὶ ἕτεροι Λοκροὶ ἐπικαλούμενοι Ὀζόλαι περι τὴν Αἰτωλίαν ἐπι τῆς ἑταίρας πλευρᾶς οικοῦντες κατὰ τὸ Κρισαῖον πεδίον κεκλημένοι οὕτως ἀπο τοῦ αὐτόθι ῥέοντος Ὄζοντος ποταμοῦ ὃν ἐποίησαν δυσώδη οἱ ϊχῶρες τοῦ Κενταύρου τοῦ ὑπο Ηρακλέως τρωθέντος ὁπηνίκα διάγων Διϊάνειραν τὴν Οἰνέως κατα τὸν Εὔϊνὸν ποταμὸν ἐπεχείρει βιάζεσθαι : ἠ ὅτι εἰσὶ αἰγονόμοι καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους ἀμφιέννυνται . τούτων δὲ ἄποικοι εἰσὶν ἕτεροι Λοκροὶ οἱ Ὑποζεφύριοι καλούμενοι δια τὸ ἐπι Ζεφυρίῳ όρει τῆς Ἰταλίας παροικεῖν ⁑image

msA, 2.618, commenting on 2.528 μείων οὔτι τόσος γε· ὅτι Ζηνοδοτος ἠθέτηκεν αυτὸν ἀναγκαῖος δέ ἐστι προδιασυνίστησι γὰρ ὅτι ἥττων ἐστὶ κατα τὸ μέγεθος τοῦ Τελαμωνίου : ἐκεῖνον μέντοι γε μέγαν λέγει ⁑image

msA, 2.619, commenting on 2.529-2.530 ἀλλα πολὺ μείων· ἀθετοῦνται ἀμφότεροι ὅτι προἔιρηκε μείων οὔτι τόσος γε καὶ πρὸς οὐδὲν διλογεῖ ἀλλα πολὺ μείων καὶ οὐδὲ πολὺ λείπεται τοῦ ἑτέρου κακῶς δὲ καὶ ὁ λινοθώρηξ οἱ γὰρ Ἕλληνες οὐκ εχρῶντο λινοῖς θώραξι δια παντὸς γὰρ χαλκοχίτωνας αὐτοὺς λέγει καὶ Ἕλληνας οὐδεποτε εἴρηκεν : ἀλλ’ Ἀργείους ἠ Δαναούς καὶ οὐδε Ἐλλάδα τὴν οικουμένην ὑπο Ἑλλήνων ἀλλα μίαν πό Θεσσαλίας ἧς τοὺς οἰκήτορας Ἕλληνας λέγει : Μυρμιδόνες δὲ καλεῦτο καὶ Ἕλληνες καὶ Ἀχαιοὶ ⁑image