Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 35r

Manuscript msA, page 35r

image

prev: 34v next: 35v

Iliad text

2.538 Κήρινθόν τ’ ἔφαλον . Δίου τ’ αἰπὺ πτολίεθρον .image

2.539 οἵ τε Κάρυστον ἔχον : ἠδ’ οἱ Στύρα ναιετάασκον .image

2.540 τῶν αὖθ’ ἡγεμόνευ’ Ἐλεφήνωρ ὄζος Ἄρηος image

2.541 Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων :image

2.542 τῷ δ’ ἅμ’ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντεςimage1

2.543 αἰχμηταὶ : μεμαῶτες ὀρεκτῇσιν μελίῃσινimage1, 2

2.544 θώρηκας ῥήξειν δηΐων ἀμφι στήθεσσι :image

2.545 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο :image

2.546 οἱ δ’ άρ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον :image1

2.547 δῆμον Ἐρεχθῆος μεγαλήτορος : ὅν ποτ’ Ἀθήνη image1

2.548 θρέψε Διὸς θυγάτηρ . τέκε δὲ ζείδωρος ἄρουρα :image1

2.549 καδ δ’ ἐν Ἀθήνῃς εἷσεν , ἑῷ ἐν πίονι νηῷ .image

2.550 ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ϊλάονταιimage

2.551 κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν .image

2.552 τῶν αὖθ’ ἡγεμόνευ’ υἱὸς Πετεῶο Μενεσθεύς :image

2.553 τῷ δ’ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ’ ἀνὴρimage1

2.554 κοσμῆσαι ἵ̈ππους τε καὶ ἀνέρας ἀσπιδιώτας :image

2.555 Νέστωρ οἶος ἔριζεν : ὃ γὰρ προγενέστερος ἦεν :image

2.556 τῷ δ’ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο :image

2.557 Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας :image1

2.559 οἱ δ’ Ἄργός τ’ εἶχον Τίρυνθά τε τειχιόεσσαν .image

2.560 Ἑρμιόνην Ἀσίνην τε βαθὺν κατα κόλπον ἐχούσας :image

2.561 Τροίζην’ Ἠϊόνας τε καὶ ἀμπελόεντ’ Ἐπίδαυρον :image

2.562 οἵ τ’ ἔχον Αἴγιναν , Μάσητά τε κοῦροι Ἀχαιῶν .image

2.563 τῶν αὖθ’ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης :image

2.564 καὶ Σθένελος , Καπανῆος ἀγακλειτοῦ φίλος υἱός :image

2.565 τοῖσι δ’ ἅμ’ Εὐρύαλος τρίτατος κίεν ἰ̈σόθεος φὼς .image1

Scholia text

msA, 2.630, commenting on 2.547 δῆμον Ἐρεχθῆος · Ἐρεχθέως τοῦ βασιλέως Ἀθηναίων τοῦ καὶ Ἐριχθονίου καλουμένου : γεννηθέντος δὲ ἐκ τοῦ Ἡφαίστου οὗτος γὰρ εδίωκεν Ἀθηνᾶν ἐρῶν αὐτῆς ἡ δὲ ἒφυγεν . ὡς δὲ εγγὺς αὐτῆς ἐγένετο πολλῇ ἀνάγκῃ ἢν γὰρ χωλὸς επειρᾶτο συνελθεῖν . ἡ δὲ ὡς σώφρων καὶ παρθ οῦσα οὐκ ἀνέσχετο ὃς ἀπεσπερμήνεν εἰς τὸ σκέλος τῆς θεᾶς : ἡ δὲ μυσαχθεῖσα ἐρίῳ ἀπομάξασα τὸν γόνον ἔρριψεν εἰς γῆν ὅθεν Ἐριχθόνιος ὁ εκ τῆς γῆς ἀναδοθεὶς παῖς ἐκλήθη ἀπο τοῦ ἐρίου καὶ τῆς χθονός : ἱστορεῖ Καλλίμαχος ⁑image

msA, 2.631, commenting on 2.548 ζείδωρος ἄρουρα· τοῦτο ὡς κύριον ἔλαβεν ἐπι τῆς Ἀττικῆς ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπὸς διὅ νῦν πρῶτον τῷ ἐπιθέτω εχρήσατο ⁑image

msA, 2.632, commenting on 2.553 τῷ δ’ οὔ πω τις ὁμοῖος· ὅτι Ζηνοδοτος ἀπο τούτου τρεῖς στίχους ἠθέτηκεν μήποτε δὲ δια τῶν επι μέρους οὐδεποτε αὐτὸν διατάσσοντα συνέστησεν : πολλα μεντοι Ὅμηρος κεφαλαιωδῶς συνίστησιν αὐτα τὰ ἔργα παραλιπὼν ὡς τὴν Μαχάονος ἀριστείαν παῦσεν ἀριστεύοντα μάχας ⁑image

msA, 2.634, commenting on 2.565 ἰσόθεος φώς · τὸ φῶς ὀξυτονούμενον τὸν ἅνον δηλοὶ ὡς νῦν καὶ φῶτ’ Ἀσκληπιοῦ υἱόν περισπώμενον δὲ τὸ φέγγος καὶ τροπικῶς τὴν σριαν συνῃρημένον ἐκ τοῦ φάους : εἰκότως οὖν περισπαται φόως δ’ ετάροισιν ἔθηκεν : καὶ χρύσεον λύχνον ἔχουσα φόως περικαλλές . ἐπεὶ τὸ πῶς καὶ τὸ ποῦ επιρρήματά εστι πευστικὰ οἷον πῶς θάνεν Ἀτρείδης ποῦ Μενέλαος ἔιη : ὀζυτονούμενα δὲ καὶ ἐγκλιτικά ἐστιν ὡς τὸ ἀλλ οὔπως ἅμα πάν’τα θεοὶ δόσαν ἀνοισιν , ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι ⁑image