Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 35v

Manuscript msA, page 35v

image

prev: 35r next: 36r

Iliad text

2.566 Μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος :image

2.567 συμπάντων δ’ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης :image

2.568 τοῖσι δ’ ἅμ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο :image

2.569 οἱ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρονimage

2.570 ἀφνειόν τε Κόρινθον : ἐϋκτιμένας τε Κλεωνάς :image1

2.571 Ὀρνειάς τ’ ἐνέμοντο Ἀραιθυρέην τ’ ἐρατεινήν :image1

2.572 καὶ Σικυῶν’ : ὅθ’ ὰρ Ἄδρηστος πρῶτ’ ἐμβασίλευεν :image

2.573 οἵ θ’ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν :image

2.574 Πελλήνην τ’ εἶχον . ἠδ’ Αἴγιον ἀμφενέμοντο :image1

2.575 Αἰγιαλόν τ’ ἀνὰ πάντα , καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν .image1

2.576 τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων image1

2.577 Ἀτρείδης : ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοιimage

2.578 λαοὶ ἕποντ’ , ἐν δ’ αὐτὸς ἐδύσετο , νώροπα χαλκὸνimage

2.579 κυδιόων , ὅτι πᾶσι μετέπρεπεν ἡρώεσσιν .image1

2.580 οὕνεκ’ ἄριστος ἔην : πολὺ δὲ πλείστους ἄγε λαούς :image

2.581 οἱ δ’ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν :image1, 2

2.582 Φᾶρίν τε Σπάρτην τε : πολυτρήρωνά τε Μέσσην .image1, 2

2.583 Βρυσειάς τ’ ἐνέμοντο , καὶ Αὐγειὰς ἐρατεινάς :image

2.584 οἵ τ’ ὰρ’ Ἀμύκλας εἶχον : Έλος τ’ ἔφἁλον πτολίεθρονimage

2.585 οἵ τε , Λάαν εἶχον , ἠδ’ Οίτυλον ἀμφενέμοντο .image1

2.586 τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος image

2.587 ἑξήκοντα νεῶν . ἀπάτερθε δὲ θωρήσσοντο :image

2.588 ἐν δ’ αὐτὸς κίεν , ᾗσι προθυμίῃσι πεποιθὼς :image

2.589 ὀτρύνων πόλεμον δὲ , μάλιστα δὲ ἵ̈ετο θυμῷimage

2.590 τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε :image

2.591 οἱ δὲ Πύλον τ’ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν .image

2.592 καὶ Θρύον Ἀλφεῖοιο πόρον καὶ ἐΰκτιτον Αἰπὺ .image1, 2

Scholia text

msA, 2.635, commenting on 2.570 ἀφνειόν τε Κόρινθον ἐμπόριον γὰρ τῆς Ἑλλάδος κατὰ Θουκυδίδην ἡ Κόρινθος : ἡ διπλῆ δὲ ὅτι ἐκ τοῦ ἰδίου προσώπου Κόρινθον : ὅταν δὲ ἡρωϊκῷ προσώπῳ περιτιθῇ τὸν λόγον Ἔφυραν λέγει ἔστι πόλις Ἐφύρη ⁑image

msA, 2.636, commenting on 2.571 Ὀρνειάσ τ’ ὅτι Ζηνοδοτος γράφει Παραιθυρέην οὐκ επίσταται δὲ ταύτην τὴν πό οὕτως ὀνομαζομένην ⁑image

msA, 2.637, commenting on 2.574 Πελλήνην τ’ εἶχον· διαφέρει Πελλήνῃ Παλλήνης : Πελλήνη γὰρ δῆμο πό Θρᾴκης : Παλλῆναι δὲ δῆμος τῆς Ἀττικῆς ⁑ Πελλήνη δὲ πολίχνιον τῆς Ἀχαΐας ἥ ἐστι Πελοπόννησος ⁑image

msA, 2.638, commenting on 2.575 Αἰγιαλόν τ’ ἀνα πάντα· οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία χώρα ἤ τοι πλευρὰ τῆς Πελοποννήσου ἡ παρατείνουσα ἀποσικυῶνος μέχρι Ήλιδος ⁑image

msA, 2.639, commenting on 2.576 τῶν ἑκατὸν νηῶν ὅτι τὸ τῶν οὐχ ὡς ἄρθ παρείληπται , ἀλλ’ ἀντι ἀντωνυμίας τῆς τούτων καὶ παραλέλειπται ἡ ἔκ ρόθεσις ἵν ἢ ἐκ τούτων τῶν πόλεων ἑκατὸν νηῶν ἦρχεν ⁑image

msA, 2.640, commenting on 2.579-2.580 κυδιόων ὅτι πᾶσι ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν ἐπεὶ δια τῶν ἑξῆς ἄριστος ὁ Αἴας λέγεται ἐν διαφόροις δὲ πράγμασιν εἰσὶν οὗτοι ἄριστοι ὁ μὲν πλούτῳ καὶ εὐγενείᾳ , ὁ δὲ τῆ κατα πόλεμον ἀρετῇ ⁑image

msA, 2.641, commenting on 2.579 κυδιόων πᾶσιν δέ . οὕτως ἡ ετέρα τῶν Ἀρισταρχείων καὶ ἔστι χαριεστέρα : ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκον κυδιόων : πᾶσι δὲ μετέπρεπεν ἡρώεσσιν : οὕνεκ’ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λάους ἡ γὰρ αιτία τοῦ διαπρέπειν δια τοῦ ἑξῆς ἀποδίδοται : οὕνεκ’ ἄριστος ἔην : πολὺ δὲ πλείστους ἀγε λάους : ὁμοίως δὲ καὶ Ζηνόδ γράφει :image

msA, 2.643, commenting on 2.581 κητῴεσσαν· μεγάλην παρα τὸ κῆτος ὅπερ δοκεῖ πάντων μείζον εῖναι τῶν ἐνύδρων ζῴων ⁑image

msA, 2.644, commenting on 2.582 Φᾶριν τε Σπάρτην τε· ὅτι Μέσσην τὴν ἐπι τῆς Λακωνικῆς Μεσσήνην λέγει συγκόψας τούνομα ⁑image

msA, 2.645, commenting on 2.585 οἵ τε Λάαν εἶχον ἠδ’ Οίτυλον : ὁ ποιητὴς διεῖλε μονοσυλλάβως γὰρ λέγεται Λᾶς Οίτυλον δὲ ὡς δάκτυλον ἄρχεται γὰρ τὸ ὄνομα ἀπο τῆς οι διφθόγγου : κακῶς δὲ Τυραννίων οιόμενος ἄρθρον εἶναι τὸ υ καὶ παρα τὴν συνήθ τοῦ ποιητοῦ ἁμαρτανων καὶ παρα τὴν ϊστορίαν εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης : τοῦ δὲ γίνεται Ἀμφάναξ τοῦ δὲ Οίτυλος ἀφ οῦ ἡ (πό)λις ἡ εν Σπάρτη καλεῖται : τὸ δε κεφάλαιον ἐκτέταται ἐν τῇ Προσῳδίᾳ τῷ Ἡρωδιανῷ περι τῆς ἀναγνώσεως τῆς Τυραννίωνος ⁑image

msA, 2.646, commenting on 2.582 πολυτρήρωνά τε Μέσσην · ὅτι γὰρ ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδεν δῆλον ἑξ ὧν φησὶ δωρα τά οι ξεῖνος Λακεδαίμονι δῶκε τῷ δ’ ἐν Μεσσήνη ⁑image

msA, 2.647, commenting on 2.592 καὶ Θρύον ἀλφειοῖο· ὅτι Θρύον εἶπεν τὴν ἐν άλλοις Θρυόεσσαν ἔστι δέ τις Θρυόεσσα πό ⁑image

msA, 2.648, commenting on 2.592 καὶ ἐΰκτιτον Αἰπύ . Ἀρίσταρχος ὡς ὀξύ συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβεν : τὸ δὲ αἰπύ ἐπίθετον : ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον τὸ δε Αἰπὺ κύριον ἐπεὶ καὶ ἐν ἄλλοις εἴρηκεν . ἔστι δέ τις Θρυόεσσα πό αἰπεῖα κολώνη ὃ νῦν εἴρηκεν Αἰπύ καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν : Πτολεμαῖος δὲ φησὶ μὲν κύριον εἶναι τὸ Αἰπύ : οὐ μὴν συγκατατίθεται τῷ τόνῳ φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς Ελος Αἰγιαλός : χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἣν ἡ βαρεῖα : τα γὰρ εἰς υ μονογενῆ οὐδέτερα βαρύνεται πῶυ μεθυ ταῦτα ἐν τῇ Προσωδ καὶ ἐν τῆ Καθόλου δὲ ὁμοίως ἀμφίβολον αὐτὸ εᾷ ἐν μέντοι τῇ τῆς Ἰλιάδος διαλαμβανων περι τοῦ ϊῷ οἱ μὲν πάντες ϊῷ κίον ήματι φανερῶς λέγει ὅτι Ἀρισταρχος ὀξύνει τὸ Αἰπύ : καὶ επλείσθη αὐτῷ ἡ πλείων χρῆσις ⁑image