Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 36r

Manuscript msA, page 36r

image

prev: 35v next: 36v

Iliad text

2.593 καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιονimage

2.594 καὶ Πτελεὸν καὶ Ἕλος , καὶ Δώριον , ἔνθά τε Μοῦσαιimage

2.595 ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆςimage1

2.596 Οἰχαλίηθεν ϊόντα , παρ’ Εὐρύτου Οἰχαλιῆος :image1

2.597 στεῦτο γὰρ εὐχόμενος νικησέμεν . εἴ περ ἂν αὐταὶimage1

2.598 Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο :image

2.599 αἱ δὲ χολωσάμεναι πηρὸν θέσαν . αὐτὰρ ἀοιδὴνimage1, 2

2.600 θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν :image1

2.601 τῶν αὖθ’ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ :image

2.602 τῷ δ’ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο :image

2.603 οἱ δ’ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺimage

2.604 Αἰπύτιον παρὰ τύμβον ἵν’ ἀνέρες ἀγχιμαχηταί ,image1

2.605 οἳ Φενεόν τ’ ἐνέμοντο . καὶ Ὀρχομενὸν πολύμηλον .image1

2.606 Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην :image

2.607 καὶ Τεγέην εἶχον . καὶ Μαντινέην ἐρατεινὴνimage

2.608 Στύμφηλόν τ’ εἶχον καὶ Παρρασίην ἐνέμοντοimage1

2.609 τῶν ἦρχ’ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ .image

2.610 ἑξήκοντα νεῶν : πολέες δ’ ἐν νηῒ ἑκάστῃimage

2.611 Ἀρκάδες ἄνδρες ἔβαινον : ἐπιστάμενοι πολεμίζειν :image

2.612 αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων image1

2.613 νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντονimage

2.614 Ἀτρείδης . ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει :image

2.615 οἱ δ’ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιονimage

2.616 όσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσαimage1

2.617 πέτρη τ’ Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει .image

Scholia text

msA, 2.649, commenting on 2.595 ‡ἀντόμεναι Θάμυριν · Θάμυρις οὗτος παῖς ἦν Φιλάμωνος καὶ Ἀρσιόυτης νύμφης τὸ γένος Θρᾷξ ὃς ἔσχεν αἰσχρὸν ἔρωτα πρῶτος ἀρξάμενος ἐρᾶν ἀρρένων οὗτος κάλλει πολλῶν διενεγκῶν καὶ κιθαρωδίᾳ περι μουσικῆς ἐρίσας ταῖς Μούσαις συνέμενος ἀν μὲν κρεῖττων εὑρεθῇ πλειάσαι πάσαις : ἐὰν δὲ ἡττηθῇ στερηθῆναι οὐδ ἂν ἐκεῖναι θέλωσιν καθυπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας καὶ τοῦ νοῦ ἐστέρησαν ⁑image

msA, 2.650, commenting on 2.596 Οἱχαλίηθεν ἰ¨όντα· ὅτι Θεσσαλίας ἡ Οἱχαλία καθ Ὅμηρον οἱ δὲ νεώτεροι ἐπ Ευβοίας πεποιήκασιν ⁑image

msA, 2.651, commenting on 2.597 στεῦτο γὰρ εὐχόμενος· ὅτι τὸ στεῦτο κατα διάνοιαν ὡρίζετο οὐκ επι τῆς τῶν ποδῶν στάσεως ὡς ἐν τοῖς κατὰ τὴν ἡθετημένοις στεῦτο δὲ διψάων . καὶ ὅτι εἴπερ ἂν αὐταί ἀντι τοῦ ει καὶ αὐται ⁑image

msA, 2.653, commenting on 2.599 πηρὸν θέσαν· ὡς χρηστὸν κατ οξείαν τασιν παρα τῷ ποιητῇ παρα δὲ τοῖς Ἀττικοῖς πῆρον ὡς λῆρον : ὑγιεστέρα δὲ ἡ παρα τῷ ποιητῇ ἀνάγνωσις : ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ ητ ὀξύνονται οἶον πηός : πηλός . οὕτως καὶ πηρός ⁑image

msA, 2.654, commenting on 2.600 καὶ ἐκλέλαθον κιθαριστύν· ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο : ἐπι δὲ τοῦ διδακτικοῦ ἐκλέλαθον ὃ γὰρ ἔμαθεν τις οὐκ απόλλυσιν ἐπιλήθεται δὲ ⁑image

msA, 2.655, commenting on 2.603-2.609 οἱ δ’ ἔχον Ἀρκαδίην · Ἀρκαδία ἀπο Ἀρκάδος τοῦ Διὸς οὗ Ἀμφιδάμας οὗ Ἀλεός . οὗ Ἀγκαῖος , οὗ Ἀγαπήνωρ Κυλλήνη ὄρος ὑφηλὸν τῆς Ἀρκαδίας καὶ πό οῦσα παρ’ αυτῷ ὁμώνυμος ἐν ᾧ ὄρει δοκεῖ Ἑρμῆς γεγενῆσθαι ἐκ Μαίας τῆς Ἄτλαντος θυγατρὸς καὶ Διὸς ὅθεν Κυλλήνιον τὸν θεὸν φασίν ⁑image

msA, 2.656, commenting on 2.605 οἳ Φενεόν τ’ ἐνέμοντο : προς τὴν ὁμωνυμίαν τοῦ Ὀρχομενοῦ ὅτι τῷ ἐπιθετῳ διέσταλκεν ⁑image

msA, 2.657, commenting on 2.612 αὐτὸς γάρ σφιν· ἀπο τούτου ἕως τοῦ Ἀτρείδης ἐπεὶ οὔ σφι Ζηνόδοτος ἠθέτηκε τρεῖς στίχους . ἀναγκαιοι δὲ εἰσὶ παριστόρηται γὰρ δι αυτῶν ὅτι παρέσχεν αὐτοῖς ναῦς ὁ Ἀγαμέμνων ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλειimage

msA, 2.658, commenting on 2.612-2.614 αὐτὸς γάρ σφιν· ἐπεὶ μεσογείους ὄντας εἰς Ἴ¨λιον ἐπήγαγεν λύει τὸ ζήτημα πόθεν εἶχον ναῦς ⁑image

msA, 2.659, commenting on 2.615-2.617 οἱ δ’ ἄρα Βουπράσιον · Βουπρασιον πό ἡ δὲ χῶρα Ἧλις . ὁρίοις δὲ αὐτὴν περιγράφει μὴ θέλων πάλιν λεπτολογεῖν τὰ κατα μερος ⁑image

msA, 2.660, commenting on 2.616 ὅσον ἐφ Υρμΐνη ἐφ ὅσον ἥ τε Ὑρμνη καὶ ὁ Μύρσινος καὶ τὸ Ἀλείσιον καὶ ἡ Ωλενία πέτρα ἐντὸς συνεῖχον τοῦ παντὸς οἱ Ήλειοι ἐβασίλευον . ἡ διπλη δὲ ὅτι Ζηνόδοτος συν τῷ ϊ γράφει γίνεται δὲ ἀκατάλληλος ὁ λόγος ⁑image

msAil, 2.662, commenting on 2.604 τοῦ Αιγυπτίουimage

msAint, 2.661, commenting on 2.608 ὡς Εὔμηλον ΐδιον γὰρ ⁑image