Manuscript msA, page 36v
prev: 36r | next: 37r |
2.618 τῶν αὖ , τέσσαρες ἀρχοὶ έσαν : δέκα δ’ ἀνδρὶ ἑκάστῳ
2.619 νῆες ἕποντο θοαὶ : πολέες δ’ ἔμβαινον Ἐπειοί :
2.620 τῶν μὲν ὰρ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
2.621 υἷες ὁ μὲν Κτεάτου . ὁ δ’ ἂρ Εὐρύτου Ἀκτορίωνε :1
2.622 τῶν δ’ Ἀμαρυγκείδης , ἦρχε κρατερὸς Διώρης :
2.623 τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
2.624 υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος :
2.625 οἱ δ’ ἐκ Δουλιχίοιο Ἐχῑνά̄ων θ’ ἱ῾εράων1
2.626 νήσων . αἳ ναίουσι πέρην ἁλὸς Ήλιδος ἄντα .1
2.627 τῶν αὖθ’ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
2.628 Φυλείδης . ὃν τίκτε Διῒ φίλος ἱ̈ππότα Φυλεύς :
2.629 ὅς ποτε Δουλίχιον δ’ ἀπενάσσατο πατρὶ χολωθείς :1, 2, 3
2.630 τῷ δ’ ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο :
2.631 Αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους :
2.632 οἵ ῥ’ Ἰ̈θάκην εἶχον . καὶ Νήριτον εἰνοσίφυλλον :
2.633 καὶ Κροκύλει’ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν .
2.634 οἵ τε Ζάκυνθον ἔχον . ἠδ’ οἳ Σάμον ἀμφενέμοντο :1
2.635 οἵ τ’ ἤπειρον ἔχον . ἠδ’ ἀντιπέραι’ ἐνέμοντο :
2.636 τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διῒ μῆτιν ἀτάλαντος :
2.637 τῷ δ’ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρηοι .1
2.638 Αἰτωλῶν δ’ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱὸς :
2.639 οἱ Πλευρῶν ‘ ἐνέμοντο . καὶ Ὤλενον . ἠδὲ Πυλήνην :
2.640 Χαλκίδα τ’ ἀγχίαλον . Καλυδῶνά τε πετρήεσσαν :
2.641 οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν :1
2.642 οὐδ’ ὰρ ἔτ’ αὐτὸς έην . θάνε δὲ ξανθὸς Μελέαγρος :1
msA, 2.663, commenting on 2.621 ‡υἷες ὁ μὲν Κτεάτου· ὅτι παρα τὸ ἠθισμένον προς τὸ πρότερον ἀπήντηκεν ἔστι γὰρ ὁ προκατειρημένος Ἀμφίμαχος Κτεάτου υἱὸς ὁ δὲ Θάλπιος Εὐρύτου καὶ ὅτι οὕτως εἴρηκεν Ἀκτορίωνε δέον Ακτοριώνων ⁑
msA, 2.664, commenting on 2.625 οἱ δ’ ἐκ Δουλιχίοιο · ὅτι οὐχ ὡς κεχωρισμένου Δουλυχίου τῶν Ἐχινάων οὕτως εἴρηκεν ἀλλ αντι τοῦ ἐκ Δουλιχίου καὶ τῶν ἄλλων Ἐχινάδων καὶ ὅτι ἀπο τοῦ Ἔχινα εἴρηκεν Ἐχινάων ⁑
msA, 2.665, commenting on 2.629 ἔς ποτε Δουλίχιον προς τὴν ἀμφιβολείαν πότερον ὁ Μέγης ἀπῴκησεν ἢ ὁ Φυλεὺς ὃ καὶ μηρικώτερον Ὅμηρος γὰρ ἀεὶ προς τὸ δεύτερον πρότερον ἀπαντᾷ ⁑
msA, 2.666, commenting on 2.629 Δουλίχιον νῆσος πρὸ τῆς Κεφαλληνίας αἱ δὲ Ἐχινάδες νῆσοι εἰσὶ τῆς Ἀκαρνανίας παρα ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου ποταμοῦ ἐν αῖς οἱκατοικοῦντες καλοῦνται ἰ¨οί ⁑
msA, 2.667, commenting on 2.629 πατρὶ χολωθεὶς ⁑ ὃς εἰς τὸ Δουλίχιον ποτὲ ἀπῳκίσθη δια τὸ καταμαρτυρῆσαι τοῦ πατρὸς Αὐγείου πρὸς Ἡρακλέα περι τοῦ μισθοῦ ὃν ὑπέσχετο παρέξειν τῷ Ἡρακλεῖ ὁ Αὐγείας εἰ καθάροι εν αὐτοῦ τὰς ἐπαύλεις μεταστησας τῆς κόπου τῶν βοῶν ἡ ϊστορία καὶ παρα Καλλιμάχῳ ⁑
msA, 2.668, commenting on 2.634 οἵ τε Ζάκυνθον · ὅτι Ζηνόδοτος γράφει ἠδ’ οἰ Σάμη¨ν καὶ ἄμετρον ποιῶν καὶ ἀγνοῶν ὅτι κατα τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς ος λήγοντα μεσσηγὺς Τενέδοιο Σάμοιό τε οὐ γὰρ εἶπε Σάμις τε φρούριον δὲ τῆς Κεφαλληνίας μέχρι νῦν Σάμος ὅπερ φασὶ Ῥωμαῖοι Κάστρον ⁑
msA, 2.669, commenting on 2.637 μιλτοπάρηοι· ὅτι ἤδη ἡ μῖξις ἢν ἐπιπολάσασα προς τὴν ζωγραφικὴν ἐξηλαγμέν αιδὲ αἱ Οδυσσέως νῆες ὅπως εἰ καὶ ὁλίγαι ἀλλ οὖν δια τῆς χρίσεως ἐπίσημοι εῖεν καὶ ὅτε δέ οἱ πλεῖν μὴ σκορπίζοιντο ἀμέλει καὶ μέσας αὐτὰς ἔταξαν καὶ τὴν αγορὴν εκεῖσε εποίησαν ⁑
msA, 2.670, commenting on 2.641 οὐ γὰρ ἔτ’ Οἰνῆος ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν ἴσως ὑποπτεύσας τὸν Μελέαγρον κεχωρισθαι τῶν Οἰνέως παίδων εἴρηται δὲ ἐξ ονόματος κατ εξοχήν καθάπερ ἐπι τοῦ Ζεὺς δ’ ἐπει οῦν Τρώάς τε καὶ Ἕκτορα καὶ γὰρ ὁ Ἕκτωρ Τρῶς ἦν ⁑
msA, 2.671, commenting on 2.642 οὐδ ὰρ έτ’ αὐτὸς ἔην· ἐὰν στίζωμεν ἐπι τὸ έην , ἔσται τὸ αυτός ἐπι τοῦ Οἰνέως . ἐὰν δὲ βραχὺ διαστέλλωμεν . ὅλος ὁ στίχος ἐπι τοῦ Μελεάγρου καὶ τὸ ἑξῆς οὐδ’ ὰρ ἔτ’ αὐτὸς ἔην ξανθὸς Μελέαγρος θάνε δέ ⁑
msAim, 2.672, commenting on 2.626 ὅτι Ζηνόδοτος γρ οι ναιουσι επι τῶν ἀνδρων οὐ νοεῖτον δε ὅτι ἀντὶ τοῦ ναίονται .