Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 37r

Manuscript msA, page 37r

image

prev: 36v next: 37v

Iliad text

2.643 τῷ δ’ ἐπὶ πάντ’ ἐτέταλτ˙ο ἀνασσέμεν Αἰτωλοῖσι̃ ·image1

2.644 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο :image

2.645 Κρητῶν δ’ Ἰ̈δομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν :image

2.646 οἳ Κνωσόν τ’ εἶχον . Γόργυνά τε τειχιόεσσαν :image1

2.647 Λύκτον Μί̄λητόν τε καὶ ἀργινόεντα Λύκαστον :image

2.648 Φαιστόν τε Ῥύτιόν τε πόλις εὖ ναιεταώσας :image1, 2

2.649 ἄλλοι θ’ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο :image1

2.650 τῶν μὲν ὰρ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευενimage

2.651 Μηριόνης τ’ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·image

2.652 τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο :image

2.653 Τληπόλεμος δ’ Ἡρακλείδης ἠύς τε μέγας τεimage

2.654 ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων :image

2.655 οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες :image1, 2

2.656 Λίνδον : Ϊήλυσόν τε καὶ ἀργινόεντα Κάμειρον :image

2.657 τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευενimage

2.658 ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃimage1

2.659 τὴν ἄγετ’ ἐξ Ἐφύρης . ποταμοῦ ἀπο Σελλήεντος image1

2.660 πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν :image

2.661 Τληπόλεμος δ’ ἐπεὶ οὖν τράφ’ ἐνι μεγάρῳ εὐπήκτῳimage

2.662 αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκταimage1, 2

2.663 ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος ·image1

2.664 αἶψα δὲ νῆας ἔπηξε πολὺν δ’ ὅ γε λαὸν ἀγείραςimage

2.665 βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοιimage1, 2

2.666 υἱέες υἱωνοί τε βίης Ἡρακληείης :image

2.667 αὐτὰρ ὅ γ’ ἑς Ῥόδον Ί̈ξεν ἁλώμενος ἄλγεα πάσχων·image1

Scholia text

msA, 2.673, commenting on 2.648 Φαιστόν · ὡς πιστὸν ὀξυτόνως : βαρυνόμενον γὰρ ἐπι τοῦ ἥρωος τίθεται Ἱ¨δομενεὺς δ’ ἄρα Φαῖστον ⁑image

msA, 2.674, commenting on 2.648 Ῥύτιον · προπαροξυτόνως ὡς στάδιον οὐκ εῦ δὲ Τυραννίων παροξύνει αὐτὸ ὡς πεδίον : οὔτε γὰρ ὑποκοριστικὸν οὔτε εἰ ῆν ὑποκοριστικόν παρωξύνετο καθότι τρίβραχυ τοῦτο δὲ εἴπομεν καὶ ἐπι τοῦ Θρόνιον ⁑image

msA, 2.677, commenting on 2.658 ὃν τέκεν Ἀστυόχεια · ὅτι Ζηνόδοτος γράφει Ἡρακλείῃ καὶ ἄμετρον ποιῶν καὶ οὐχ Ὁμηρικὸν τὸ σχῆμα ἀπο γὰρ τοῦ Ηρακλῆος Ἡρακληείη ἐκπίπτει ⁑image

msA, 2.678, commenting on 2.659 τὴν ἄγετ’ ἐξ Εφύρης · ὅτι ἡ Εφύρα αὕτη ἑτέρα ἐστι τῆς Κορίνθου τῆς Θεσπροτίας οῦσα . καὶ ὅτι συν τῷ σ Σελλήεντα τὸν ποταμὸν λέγ ἀφ’ οῦ τὸ παροικοῦν ἔθνος Σελλοὺς καλεῖ οἱ δὲ νεώτεροι Ἑλλοὺς λέγουσι πλανηθεντες ⁑image

msA, 2.679, commenting on 2.662 αὐτίκα πατρὸς εοῖο· ἱστόρηται ὅτι Τληπόλεμος θεασάμενος Λικύμνιον τὸν μήτρῳα ἤδη γεραιὸν ὑπάρχοντα ὑπό τινος τῶν οἰκείων ἀμελῶς χειραγωγούμενον , ἀφῆκε τὴν βακτηρίαν ἐπι τὸν οἰκέτην : καὶ τούτου μέν ἥμαρτεν πλήξας δὲ τὸν Λικύμνιον ἀκουσίως ἀπέκτεινεν δι’ὃ ἠναγκάσθη γενεσθαι φυγὰς τῆς πατρίδος ⁑image

msA, 2.680, commenting on 2.662 φιλον μήτρωα κατεκτα· Πτολεμαῖος φησὶν ὁ Ἀσκαλωνίτης Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ ἔκτα συν οὐλομένῃ ἀλόχῳ κατα συστολήν : Τυραννίων δὲ κατ έκτασιν οἶμαι δὲ ἀκόλουθον εἶναι εκείνῃ τῇ γραφῇ τῇ κομιζομένη ὑπ’ Ἀριστάρχου . ὣς ἑμὲν ὅτε δῖον Ἐρευθαλίωνα κατέκτα ἡ μέντοι κοινὴ ἀνάγνωσις ἡ κατα συστολὴν ἀφορμῆς ἔσχε τὴν τῆς ἀποκοπῆς ὁμοίως τῶ οῦτα κατα λαπάρην ⁑image

msA, 2.681, commenting on 2.665 βῆ φεύγων ἐπὶ πόντον· τὸ μὲν Ὁμηρικὸν ἔθος βῆ φεύγειν προφέρεται ἀλλ’ ὅ γε Ἀρίσταρχος οὐ μετέθηκεν ἀλλ οὕτως γράφει μῆ φεύγων ⁑image

msA, 2.682, commenting on 2.665 ἀπείλησαν γὰρ οἱ ἄλλοι : ὁ γάρ ὀξύνεται ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆς πτώσεως καὶ μη ἄρθρον καὶ γὰρ ἔθος μᾶλλον τῷ ποιητῇ παραλειπεῖν τὰ ἄρθ ⁑image

msA, 2.683, commenting on 2.667 αὐτὰρ ὅ γ’ ἐς Ρόδον · ὅτι Ζηνόδοτος γράφει αῖψα δ’ ὅ γ’ ἐς Ῥόδον : οὐ δύναται δὲ ταχέως ἐληλυθέναι ἐπι τὴν Ῥόδον ὁ πρότερον μὲν ναῦς πεπηχὼς εἶτα ἁλώμενος καὶ οὐκ εὐθὺ πλοϊκῶς ⁑image

msAext, 2.685, commenting on 2.646 Γόρτυνά τεimage

msAext, 2.687, commenting on 2.663 ὄζοςimage

msAint, 2.684, commenting on 2.643 ἐπι τοῦ Θόαντος ἵν ῆ τούτω·image