Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 37v

Manuscript msA, page 37v

image

prev: 37r next: 38r

Iliad text

2.668 τριχθὰ δὲ ᾤκηθεν , καταφυλαδὸν . ἢ δ’ ἐφίληθενimage1

2.669 ἐκ Διός : ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει :image1

2.670 καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων :image1

2.671 Νῑρεὺς , αὖ , Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας :image1, 2

2.672 Νιρεὺς . Ἀγλαΐης υἱὸς : χαρόποιό τ’ ἄνακτος :image1

2.673 Νιρεὺς ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴ̈λιον ἦλθεimage

2.674 τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα :image

2.675 ἀλλ’ ἀλαπαδνὸς ἔην : παῦρος δέ οἱ εἵπετο λαός :image

2.676 οἱ δ’ ἄρα . Νίσυρόν τ’ εἶχον Κράπαθόν τε Κάσον τεimage1

2.677 καὶ Κῶν , Εὐρυπύλοιο πόλιν : νήσους τε Καλύδνας :image1

2.678 τῶν αὖ , Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθηνimage

2.679 Θεσσαλοῦ υἷε δύω Ἡρακλείδαο ἄνακτος :image

2.680 τῶν δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο :image

2.681 Νῦν , αὖ , τοὺς ὅσσοι , τὸ Πελασγικὸν Ἄργος ἔναιονimage1

2.682 οἵ τ’ Ἄλον οἵ τ’ Ἀλόπην : οἵ τε Τρηχῖν’ ἐνέμοντοimage1

2.683 οἵ τ’ εἶχον Φθίην ἠδ’ Ἑλλάδα καλλιγύναικαimage

2.684 Μυρμιδόνες δὲ καλεῦτο καὶ Ἕλληνες καὶ Ἀχαιοὶ .image1

2.685 τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς .image

2.686 ἀλλ’ οἵ γ’ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο :image1

2.687 οὐ γὰρ ἔην ὅς τί σφιν ἐπὶ στίχας ἡγήσαιτο :image

2.688 κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς image

2.689 κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιοimage1

2.690 τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσαςimage1

2.691 Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης :image

2.692 καδ δὲ Μύνητ’ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρουςimage

Scholia text

msA, 2.688, commenting on 2.668 ‡τριχθὰ δὲ ᾤκηθεν σεσημείωται προς τὸν ἑξῆς ἀθετούμενον οὐ γὰρ νοήσας τις ὅτι τὸ σημαινόμενον τοιοῦτον ἐστὶ καίπερ οὐκ επι τῆς αὐτῆς οικοῦντες πό ἀλλα τριχῆ διασπαρέντες ἐφιλήθησαν ὑπο ἀλλήλων καὶ οὐ διήχθρευσαν ἐζήτησεν ὑπο τινος ἐφιλήθησαν διὃ προσέθηκε τὸν ἐκ Διὸς ὅς τε θεοῖσι καὶ ἀνοισιν ἀνάσσει ⁑image

msA, 2.689, commenting on 2.670 καί σφιν θεσπέσιον πλοῦτον· ὅτι Πίνδαρος κυρίως δέδεκται , χρυσὸν ὗσαι τὸν Δία Ὁμήρου μεταφορᾷ κεχρημένου δια τοῦ κατέχευε πρὸς ἔμφασιν τοῦ πλούτου ⁑image

msA, 2.690, commenting on 2.671 Νιρεὺς αὖ Σύμηθεν · ἐνταῦθα τρὶς ὀνομασας τὸν Νιρέα οὐκέτι αὐτοῦ ἐμνήσθη : καὶ τούτου αὐτὸς τὴν αἰτίαν παραδίδωσι λέγων : ἀλαπαδνὸς ἔην παῦρος δέ οι εἵπετο λαος ⁑image

msA, 2.692, commenting on 2.672 Χαροποιό τ’ ἄνακτος· ὡς Μενάνδροιο καὶ γὰρ ἀπο γενικῆς ευθεία ἐστι παρειλημμένη ὡς τὸ υἱὸς Τροιζήνοιο καὶ εἰς ϊδιότητα ὀφείλει ἡ βαρεῖα τᾶσις παραλαμβάνεσθαι ⁑image

msA, 2.693, commenting on 2.673-2.675 Νιρεὺς ὃς κάλλιστος ⁑ τρισὶ στίχοις παράκεινται διπλαὶ περιεστηγμέναι ὅτι ἐκ τῶν τριῶν τοὺς δύο ἡθέτηκε Ζηνόδοτος τὸν δὲ μέσον οὐδὲ ἔγραφεν τοῦ Ὁμήρου φιλοτιμουμένου ἐν πᾶσι τὸν Ἀχιλλέα προτεροῦντας στῆσαι ⁑image

msA, 2.694, commenting on 2.676 Κράπαθόν τε : ὡς λάπαθον οὕτως Κραπαθον καὶ γὰρ ὁ τοιοῦτος χαρακτηρ ὀφείλει βαρύνεσθαι ἐπι θηλυκῶν λέγω δὲ ὁ εἰς θος λήγων ὑπερ δύο συλλαβὰς τῷ α παραληγόμενος ἅμαθος ψάμαθος ⁑image

msA, 2.695, commenting on 2.681 νῦν αὖ τοὺς ὅσσοι ὅτι Ζηνοδοτος μετέγραφεν οὕτως οἱ δ’ Ἄργος τ’ εἶχον τὸ Πελασγικὸν οὖθαρ ἀρούρης τοῦ Ὁμήρου φιλοτέχνως ὥσπερ προοιμιαζόμενου δια τὸ μεταβαίνειν ἀπο τῶν νήσων καὶ τῆς Πελοποννήσου ἐπι τὸ κατὰ Θεσσαλίαν οὐκ ὄντα συναφῆ τοῖς προειρημέ ⁑image

msA, 2.696, commenting on 2.681-2.685 νῦν αὐ τοὺς ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον ⁑ μακρόθεν ὑπακούεται τὸ ἕσπετε ἠ τὸ ἐρέω καὶ τὰ τοιαῦτα τοῖς αιτήμασιν ὑποπίπτει : στικτέον δὲ ἐπι τὸ ἔναιον ἵν’ ᾗ τὸ ἐπιφερόμενον οἵ τ’ Ἄλόν τε καὶ Ἀλόπην ἐνεμοντο τὸ γὰρ οἱ κατ επανάληψιν περισσεύει δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος ἕως τοῦ Ἀχαιοὶ κατα τέλος ἡ δε συνήθεια συνάπτουσα τὰ τοιαῦτα τοῖς ἐπάνω οὐ κατορθοῖ οὐ γὰρ μόνοι τὸ Πελασγικὸν Ἄργος κατοικοῦσιν οἱ ὑπ’ Αχιλλεῖ τεταγμένοι τὸ δὲ τοὺς ἀντωνυμία ἐστι διὃ περισπασταῖον τὸ νῦν καὶ τὸ αὖ ⁑image

msA, 2.697, commenting on 2.684 Μυρμιδόνες δὲ καλεῦντο· ὅτι μόνους τοὺς ὑπ Αχιλλεῖ τεταγμένους Ἕλληνας καλλεῖ ⁑image

msA, 2.698, commenting on 2.686 ἀλλ’ οἵ γ’ οὐ πολέμοιο ὅτι Ζηνόδοτος ἀθετεῖ ἀπο τούτου ἕως τοῦ τῆς ὅ γε κεῖτ’ ἀχέων στίχους ἐννέα ἀναγκαῖοι δέ εἰσι : δι αὐτῶν γὰρ δηλοῦται ὅτι ἐφ εαυτῶν ἔμενον οἱ Μυρμιδόνες ⁑image

msAim, 2.700, commenting on 2.669 ἀθετειται ἡ δε αιτία προείρηται ⁑image

msAim, 2.701, commenting on 2.689 ὅτι ελλείπει ἡ περὶ πρόθimage

msAint, 2.703, commenting on 2.682 Ἰακῶς τὸ ἐνέμοντο : Αρισταρχος ⁑image