Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 38r

Manuscript msA, page 38r

image

prev: 37v next: 38v

Iliad text

2.693 υἱέας Εὐηνοῖο , Σεληπιάδαο ἄνακτος :image

2.694 τῆς ὅ γε κεῖτ’ ἀχέων . τάχα δ’ ἀνστήσεσθαι ἔμελλεν :image1

2.695 οἱ δ’ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόενταimage1

2.696 Δήμητρος τέμενος : Ί̈τωνά τε μητέρα μήλωνimage1, 2

2.697 ἀγχίαλόν τ’ Ἀντρῶνα ἰ̈δὲ Πτελεὸν λεχεποίην .image1

2.698 τῶν , αὖ , Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευεimage

2.699 ζωὸς ἐὼν , τότε δ’ ἤδη ἔχεν κάτα γαῖα μέλαινα :image1

2.700 τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτοimage

2.701 καὶ δόμος ἡμιτελὴς . τὸν δ’ ἔκτανε Δάρδανος ἀνὴρimage1, 2

2.702 νηὸς ἀποθρῴσκοντα πολυπρώτιστον Ἀχαιῶν :image

2.703 οὐδε μὲν οὐδ’ οἳ ἄναρχοι ἔσαν : πόθεόν γε μὲν ἀρχὸν :image

2.704 ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος image

2.705 Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδᾱο :image

2.706 αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου image

2.707 ὁπλότερος γενεῇ : ὁ δ’ ἄρα πρότερος καὶ ἀρείωνimage1

2.708 ἥρως Πρωτεσίλαος ἀρήϊος , οὐδ’ έτι λαοὶimage

2.709 δεύονθ’ ἡγεμόνος , πόθεόν γε μὲν ἐσθλὸν ἐόντα .image

2.710 τῷ δ’ ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο :image

2.711 οἱ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην .image

2.712 Βοίβην καὶ Γλαφυρὰς , καὶ ἐϋκτιμένην Ἰ̈αωλκὸν image

2.713 τῶν ἦρχ’ Ἀδμήτοιο φίλος παῖς ἕνδεκα νηῶνimage

2.714 Εὔμηλος , τὸν ὑπ’ Ἀδμήτῳ τέκε δῖα γυναικῶνimage

2.715 Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη :image

2.716 οἱ δ’ ἄρα Μηθώμην καὶ Θαυμακίην ἐνέμοντοimage1

2.717 καὶ Μελίβοιαν ἔχον : καὶ Ὀλιζῶνα τρηχεῖαν .image1

Scholia text

msA, 2.704, commenting on 2.694 ‡τῆς ὅ γε κεῖτ’ ἀχέων· ὅτι Ζηνόδοτος γράφει ἀνατάσασθαι ἔμελλεν δια τοῦ καταπροηγουμένως λόγον αἰολίζοντος ἀλλ ουχὶ σπανίως δι’ ευφωνίαν οὐδ’ οἱ Αιολεῖς δὲ οὕτως λέγουσιν ⁑image

msA, 2.706, commenting on 2.696 Δήμητρος τέμενος· τοῦτο καὶ τῶν ἐπάνω καὶ τῶν ἑξῆς χωριστέον ἡ Δημήτριον γὰρ πόλις καθ εαυτήν ἐστιν ἀσυνδετώς δὲ ἐξενήνεκται ὡς καὶ ἐπάνω Ἑρμιόνην Ἄσην τε Τροίζην Ἠϊονας τε ἡ γὰρ Ερμιόνη καὶ ἡ Τροίζην ἀσύνδετα πρὸς τὰ ἐπάνω συνάπτουσιν , ἵν’ ὁ Πύρασος λέγται Δήμητρος τέμενος δι ευκαρπίαν κακῶς ⁑image

msA, 2.707, commenting on 2.697 ἀχίαλόν τ’ Ἀντρῶνα ὅτι Ζηνόδοτος γράφει ἀχιάλην τ’ Ἀντρῶνα καὶ ἡ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών κοινόν ἐστι τὸ ὄνομα ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος : διάφοροι δὲ καὶ ἄριστοι ὅνοι ἐν Ἀντρῶνι τῆς Θεσσαλίας γίνονται ὅθεν καὶ εἰς παρομίαν παρῆλθεν τὸ Ἀντρώνιος ὄνος ⁑image

msA, 2.709, commenting on 2.701 καὶ δόμος ἡμιτελὴς , τὸν δ’ έκτανε Δάρδανος ἀνήρ ⁑ ἤτοι ἄτεκνος ἢ ἀφηρήμενος τοῦ ἑτέρου τῶν δεσποτῶν ἠ ατελείωτος ἔθος γὰρ ἢν τοῖς γήμασι θάλαμον οἰκοδομεῖσθαι . διὃ οἱ πολλοὶ φασὶν ὅτι οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπι τὸν πόλεμον : βέλτιον δὲ εἰρῆσθαι ἡμιτελῆ διὰ τὸ μὴ γεγενηκότα παῖδας πλεῦσαι : οἱ δὲ ὅτι νεωστὶ γήμας οὐδέπω τελείως τὰ κατὰ τῶν γεγαμηκότος οἷκον διεπράξατο ἀλλα πρότερον ἐστράτευσεν ⁑image

msA, 2.710, commenting on 2.701 Δάρδανος ἀνὴρ : οἱ μὲν τὸν Αἰνείαν ἀπέδοσαν ὅτι βασιλεὺς ἦν Δαρδανίων , οἱ δὲ τὸν Εὕφορβον ἕτεροι Ἕκτορα : τινὲς δὲ Ἀχάτην ἑταιροι τὸν Αἰνείου φονέα Πρωτεσιλάον δύναται δὲ καὶ ἀνωνύμως ἕνα τινὰ τῶν Δαρδανίων λέγειν ⁑image

msA, 2.711, commenting on 2.717 Ὀλιζῶνα · προπερισπωμένως ὡς Μεδεῶνα Νικίας δὲ οὐκ εῦ ὡς περίζωμα ⁑image

msAext, 2.714, commenting on 2.716 μηθάνηνimage

msAint, 2.712, commenting on 2.695 βαρυτονητεον τὸ Φυλὰκην πρὸς ἀντιδιαστο τοῦ ὀξυνομένου ⁑image