Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 38v

Manuscript msA, page 38v

image

prev: 38r next: 39r

Iliad text

2.718 τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων εὖ εἰδὼςimage1

2.719 ἑπτὰ νεῶν : ἐρέται δ’ ἐν ἑκάστῃ πεντήκονταimage

2.720 ἐμβέβασαν . τόξων εῦ εἰδότες ῗφι μάχεσθαι :image

2.721 ἀλλ’ ὁ μὲν ἐν νήσῳ κεῖτο κρατὲρ’ ἄλγεα πάσχωνimage1

2.722 Λήμνῳ ἐν ἠγαθέῃ : ὅθι μιν λίπον υἷες Ἀχαιῶν image1, 2

2.723 ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου :image1

2.724 ἔνθ’ ὅ γε κεῖτ’ ἀχέων : τάχα δὲ , μνήσεσθαι ἔμελλονimage1, 2

2.725 Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος :image

2.726 οὐδὲ μὲν οὐδ’ οἱ ἄναρχοι ἔσαν . πόθεόν γε μὲν ἀρχὸν :image

2.727 ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός :image1

2.728 τόν ῥ’ ἔτεκεν Ῥήνη ὑπ’ Ὀϊλῆϊ πτολιπόρθῳ :image

2.729 οἱ δ’ εἶχον Τρίκκην καὶ Ἰ̈θώμην κλϊμακόεσσαν :image

2.730 οἵ τ’ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος :image1

2.731 τῶν , αὖθ’ , ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδεimage1

2.732 ἰ̈ητῆρ’ ἀγαθὼ : Ποδαλείριος ἠδὲ Μαχάων :image

2.733 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο :image1

2.735 οἵτ’ : ἔχον Ἀστέριον . Τιτανοιό τε λευκὰ κάρηνα .image1, 2

2.734 οἵδ’ ἔχον Ορμένιον : οἵ τε κρήνην Ὑπέρειαν image

2.736 τῶν ἦρχ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱὸςimage

2.737 τῶ δ’ ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο :image

2.738 οἱ δ’ Ἄργεισαν ἔχον : καὶ Γυρτώνην ἐνέμοντοimage

2.739 Ὄρθην Ηλώνην τε πόλιν τ’ Ολοοσσόνα λευκήν .image1, 2, 3

2.740 τῶν , αὖθ’ . ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης image1

2.741 υἱὸς Πειριθόοιο : τὸν ἀθάνατος τέκετο Ζεύς :image1, 2

2.742 τόν ῥ’ ὑπο Πειριθόῳ τέκετο κλυτὸς Ἱ̈πποδάμεια image1

Scholia text

msA, 2.715, commenting on 2.718 ‡τὸν δε Φιλοκτήτης ἦρχεν· ὅτι Ζηνοδοτος γράφει τῶν αὖ ἡγεμόνευε Φιλοκτήτης ἀγὸς ἀνδρῶν ὁ δὲ ποιητὴς προδιασυνίστησιν ἐν τῷ , τὴν περι εκάστου ἀρετήν ⁑image

msA, 2.716, commenting on 2.722 Λήμνῳ ἐν ηγαθέῃ· ὅτι ἐν Λήμνῳ ἔμενε καταλελειμμένος ὁ Φιλοκτήτης οἱ δὲ νεώτεροι ἐν τῇ σιδίῳ ἐρήμωimage

msA, 2.717, commenting on 2.722 ἱστόρηται ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς Χρυσῆς καλουμένης Ἀθηνᾶς ἐδείχθη ὑπο ὕδρου . καὶ ἀνιαρῶ τραύματι περιπεσῶν κατελείφθη αὐτόθι ὑπο τῶν Ἑλλήνων ἤδεισαν γὰρ τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους ⁑image

msA, 2.718, commenting on 2.724 ἔνθ’ ὅ γε κεῖτ’ ἀχεων· ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν ἀναγκαῖον δέ ἐστι γνῶναι ὅτι ὕστερον ἀνεκομίσθη ἐκ Λήμνου ὁ Φιλοκτήτης ⁑image

msA, 2.719, commenting on 2.724 τάχα δὲ μνήσεσθαι ἔμελλον· ταχέως δὲ οἱ Ἕλλη ἔμελλον μνημονεύειν καὶ χρῄζειν τοῦ Φιλοκτήτου , ἐπειδὴ εἵματο χωρὶς τῶν Ἡρακλέους καθὃ μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οίτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης ⁑image

msAext, 2.734, commenting on 2.723 μαχθιζονταimage

msAil, 2.732, commenting on 2.739 ως Μεθώνηνimage

msAil, 2.733, commenting on 2.742 ὅτι αντι τοῦ κλυτὴ κλυτος εἶπεν ⁑image

msAim, 2.730, commenting on 2.739 οὕτως ὀξυτόνως ἐπιθετικῶς γὰρ τέτακται Ὀλόσσόνα δὲ οὕτως παροξυτόνως φησὶν ἐν τῇ καθόλου ⁑image

msAim, 2.731, commenting on 2.741 οὕτως ἁσσπάρτην ἵν ῇ ἰδιον ⁑image