Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 39r

Manuscript msA, page 39r

image

prev: 38v next: 39v

Iliad text

2.743 ἤματι τῷ : ὅτε Φῆρας ἐτίσατο λαχνήενταςimage

2.744 τοὺσδ’ ἐκ Πηλίου ῶσε καὶ Αἰθΐκεσσι πέλασσενimage1

2.745 οὐ κ’ οἶος , ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος image1

2.746 υἱὸς ὑπερθύμοιο Κορώνου Καινείδαο :image

2.747 τοῖς δ’ ἅμα τεσσεράκοντα μελαιναι νῆες ἕποντο :image

2.748 Γουνεὺς δ’ ἐκ Κύφου ἦγε δυω και είκοσι νῆας :image

2.749 τῷ δ’ ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶimage

2.750 οἱ περὶ Δωδώνην δυσχείμερον οἰκί’ ἔθεντοimage1

2.751 οἵ τ’ ἀμφ’ ϊμερτὸν Τιταρήσιον ἔργ’ ἐνέμοντοimage1

2.752 ὅς ῤ’ ἐς Πηνειὸν προΐει . καλλίροον ὕδωρ :image

2.753 οὐδ’ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃimage

2.754 ἀλλά τε μιν καθύπερθεν ἐπιρρέει ἠΰτ’ ἔλαιον :image

2.755 ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ :image1, 2, 3

2.756 Μαγνήτων δ’ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός .image1

2.757 οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλονimage

2.758 ναίεσκον : τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευεimage

2.759 τῷ δ’ ἅμα τεσσεράκοντα μέλαιναι νῆες ἕποντο :image

2.760 Οὗτοι ὰρ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν :image

2.761 τίς ταρ τῶν ὄχ’ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσαimage1

2.762 αὐτῶν ἢδ’ ἵ̈ππων . οἳ ἅμ’ Ἀτρείδῃσιν ἕποντο :image

2.763 Ἵπποι μὲν μέγ’ ἄρισται ἔσαν Φηρητιάδᾱο image1

2.764 τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς :image1

2.765 ὄτριχας οἰέτεας . σταφύλῃ ἐπὶ νῶτον ἐΐσας :image1, 2, 3, 4, 5

2.766 τὰς ἐν πηρείῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων image1

2.767 ἄμφω θηλείᾱς : φόβον Ἄ̄ρηος φορεούσας :image1

Scholia text

msA, 2.735, commenting on 2.744 ‡ καὶ Αἰθῑ’κεσσι πέλασσεν· Δημοκρινὴς ἀγνοήσας Αἰθιόπεσσιν ἔγραφεν κακῶςimage

msA, 2.736, commenting on 2.745 οὐκ οἶος ἅμα τῷ γε· ὅτι δια μέσου τὰ περι τοὺς Κενταύρους παριστόρηται : τὸ δὲ ἑξῆς ἐστι τοῦ λόγου τῶν αὖθ’ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης οὐκ οἶος , ἄμα τῷ γε Λεοντεὺς όζος Ἄρηος ⁑image

msA, 2.737, commenting on 2.750 οἳ περὶ Δωδώνην · χωρίον ἐν Ὑπερβορέοις τῆς Θεσπρωτίας ἱερὸν Διὸς ἔνθα τὸ ἐκ δρυὸς μαντεῖον τοῦ Δωδωναίου Δϊός ⁑image

msA, 2.738, commenting on 2.755 ἀπορρώξ : Ἀρισταρχος ὀξυτόνως ὡς θυλακοτρώξ : καὶ ἡ σύνθεσις δὲ τοῦτο ἀπαιτεῖ ὅ τι ἂν σημαίνει εἴτε πάθος εἴτε ἐνέργειαν :image

msA, 2.739, commenting on 2.755 ὀξυτόνως ἀπορρὼξ ἡ ἀπορροή βαρυτόνως δὲ τὸ ἀπόρρυμα ⁑image

msA, 2.740, commenting on 2.764 ποδώκεας· τινὲς ὡς εὐσεβέας καὶ οὕτως ἐρεῖ ὁ λόγος εἴ γε καὶ τὸ ποδώκὴς ὀφίλει ὀξύνεσθαι καθὃ τὰ εἰς υς ὀξύτονα φυλάσσοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν ἀναδίδωσι τὸν τόνον , δριμὺς ἄδριμυς οὔχ οὕτως δὲ ἔχοντα ἀλλα τρέποντα τὸ τελος ἵσταται ἐπι τῆς ὀξείας ἡδύς ἀηδής : βαρὺς ἀβαρής , ἠΰς ἐνηής οὕτως οὖν ὄφειλε καὶ τὸ ποδωκής ὀξυτονεῖσθαι : γενόμενον ἀπο τοῦ ὠκύς ἀλλα φασὶν εἰς ϊδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονεῖσθαι τὸ ποδώκης παρα γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι ποδώκης δι Ατάλαντι τί οὖν ἐπι τοῦ Δόλωνος κατα βαρεῖαν τάσιν ἀνεγνώκασιν καὶ ἐπι τούτου ὃς δή τοι εἶδος μὲν έην κακὸς ἀλλα ποδώκης ⁑image

msA, 2.741, commenting on 2.765 ὅτριχας οἰέτεας· συντόμως πᾶσαν ἵππων ἀρετὴν καὶ ὁμοιότητα περιέλαβεν : διαφέρουσι γὰρ ἀλλήλων ἵπποι . ηλικία χρόᾳ μεγέθει γένει δυνάμει τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν ἐμφαίνειν ὡς τὸ καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ’ εἰδυῖα : καὶ τὸ οὐ δέμας οὐδε φυήν οὔτ αρ φρένας οὐτέ τι ἔργα ⁑image

msA, 2.742, commenting on 2.765 οἰἔτεας· ὡς Διομήδεας ἔστι δὲ καὶ ἐπὶ τούτου τοῦ σχηματισμοῦ παράλογος ὁ τόνος : τὰ γὰρ παρα τὰ εἰς ος λήγοντα ουδ δισύλλαβα συντιθέμενα εἰς ης λήγοντα ἐπιθετικὰ μὴ ἔχοντα τὸ η προ τέλους πάντα ὀξύνεται : εὐγενής ἀκλεής εὐειδής : οὕτως δὲ καὶ εὐτειχηςειν , εχρῆν μὲν οὖν καὶ τὰ παρα τὸ έτος τὸ αὐτο ἀναδέχεσθαι : νυνὶ δὲ κατα βαρεῖαν τάσιν ἀναγινώσκουσιν ἀλλ’ οὑδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες ξετέα γὰρ ἀδμήτην ἀναγινώσκουσιν ὡς εὐσεβέα ⁑image

msA, 2.743, commenting on 2.765 σταφυλη· οὕτως σταφύλη ὡς κό΄τυλη : έστι δὲ ἄμφω ἴσας τὸν νῶτον ὡς σταφύλη μετρεῖσθαι ὅ ἐστι λαοξικῷ δικη ὃς ἅμα πλᾶτος καὶ ὕψος μετρεῖ ὁ δὲ διαβήτης μόνον πλάτος ⁑image

msA, 2.744, commenting on 2.767 ἄμφω θηλείας ὅτι τὴν ἐν πολέμῳ φυγὴν φόβον Ἄρεος εἴρηκεν ἀρετὴ γὰρ ἵππων οὐ μόνον διώκειν ἀλλα καὶ ὅτε δέοι ἀταράχως φεύγειν διωκέμεν ἠδὲ φεβεσθαι ⁑image

msAext, 2.751, commenting on 2.761 τις γὰρimage

msAext, 2.752, commenting on 2.766 πιερίηimage

msAim, 2.745, commenting on 2.751 Ἱ¨ακῶς τὸ vέμοντο Ἀρίσταρχος ⁑image

msAim, 2.746, commenting on 2.755 εἰς αὐτὸν γὰρ ομνυουσιν οἱ ἐπιχώριοι ⁑image

msAim, 2.747, commenting on 2.763 ὅτι προς τὸ δευτερον πρότερον ἀπήντηκεν·image

msAim, 2.748, commenting on 2.765 διαβητη ⁑image

msAint, 2.749, commenting on 2.756 χωρὶς τοῦ ν τὸ ῆρχε δια τὸ ἐπιφέρεσθαι δύο σύμφω ⁑image