Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 39v

Manuscript msA, page 39v

image

prev: 39r next: 40r

Iliad text

2.768 ἀνδρῶν αὖ , μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας image

2.769 ὄφρ’ Ἀχιλεὺς μήνιεν : ὃ γὰρ πολὺ φέρτατος ῆεν :image1

2.770 ἵπποι θ’ οἳ φορέεσκον ἀμύμονα Πηλείωνα :image

2.771 ἀλλ’ ὁ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισιimage

2.772 κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶνimage

2.773 Ἀτρείδῃ : λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσηςimage

2.774 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱ̈έντεςimage

2.775 τόξοισίν θ’ : ἵπποι δὲ παρ’ ἅρμασιν οἷσιν ἕκαστοςimage

2.776 λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινονimage1

2.777 ἕστασαν : ἅρματα δ’ εὖ πεπυκασμένα κεῖτο ἀνάκτωνimage1

2.778 ἐν κλισίῃς : οἱ δ’ ἀρχὸν ἀρηΐφιλον ποθέοντεςimage

2.779 φοίτων ἔνθα καὶ ἔνθα κατα στρατὸν : οὐδ’ ἐμάχοντο :image

2.780 οἱ δ’ ὰρ ΐσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα , νέμοιτο :image

2.781 γαῖα δ’ ὑπεστενάχιζε Διῒ ὡς τερπικεραύνῳimage

2.782 χωομένῳ . ὅτε τ’ ἀμφι Τυφώέϊ γαῖαν ϊμάσσῃimage

2.783 ειν Αρίμοις . ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς :image1

2.784 ὡς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖαimage

2.785 ἐρχομένων : μάλα δ’ ὦκα διέπρησσον πεδίοιο :image

2.786 Τρωσὶν δ’ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ϊ῀ρις image

2.787 παρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ :image

2.788 οἱ δ’ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσιimage

2.789 πάντες ὁμηγερέες , ἠμὲν νέοι ἠδὲ γέροντες :image

2.790 ἀγχοῦ δ’ ἱ̈σταμένη προσέφη πόδας ὠκέα Ϊ῀ρις :image

2.791 εἴσατο δὲ φθογγὴν : υἱέϊ Πριάμοιο Πολίτῃ image1

2.792 ὃς Τρώων σκοπὸς ΐζε ποδωκείῃσι πεποιθὼς .image

Scholia text

msA, 2.754, commenting on 2.777 ἔστασαν δασυντέον τὸ ἔστασαν ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος : ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυντέλικος οἱ δὲ ἀόριστοι ψιλὸν ἐπεὶ καὶ κατα ἀποβολὴν τοῦ ε λέγονται : στὰν δὲ μεταστοιχεί καὶ ὁ πρότερος : στῆσαν ἀείραντες : οὐκέτι δὲ ὁ ἕστασαν στάσαν ⁑image

msA, 2.755, commenting on 2.783 εἰν αρίμοις ὅθι φασὶ Τυφωέος : οὕτως Τυφωέος ὡς Ἀχιλλέως καὶ γὰρ Τυφωέϊ γαῖαν ϊμάσσῃ ἀπ ευθείας τῆς Τυφωεύς . συνήθης δὲ αὐτῷ ὁ τοιοῦτος τύπ παρώνυμος ⁑image

msA, 2.756, commenting on 2.791 εἴσατο δὲ φθογγὴν· ἀπὸ τούτου ἕως τοῦ τῶ μιν εεισαμένη ἀθετοῦνται στίχουι πέντε : εἰ γὰρ ἕνεκα τοῦ προἀπαγγεῖλαι ὅτι παραγίνονται οἱ Ἕλληνες ἤρκει ὁ Πολίτης εἴπερ ὅλως ἐπετήρει : εἰ δὲ ἕνεκα τοῦ προτρέψασθαι μὴ τολμῶντος προελθεῖν ἔδει αὐτὸπρόσωπον παρεῖναι . ἔθος τέ ἐστι τοῖς μεταμορφουμένοις θεοῖς κατὰ τὴν ἄφοδον ἀπολιπεῖν , τεκμηριον εἰς ἐπίγνωσιν : οἵ τε λόγοι οὐχ οὕτως εἰσὶν ἐσχηματισμένοι τοῦ Πολίτου ὡς πρὸς πατέρα ἀλλ’ εἰσὶν ἐπιτεταμένοι καὶ ἐπιπληκτικοί : καὶ τὸ Ἕκτορ σὺ δὲ μάλιστ’ ἐπιτελλόμενοι . Πολίτῃ ἀνοίκειον , μᾶλλον δὲ Ἴ¨ριδι ἁρμόζει ἐπιτάσσειν ⁑image

msAim, 2.757, commenting on 2.769 οὕτως φέρτατος οὐ φέρτερος αἱ Ἀριστάρχου ⁑image

msAim, 2.758, commenting on 2.781-2.784 ἐνταῦθα ἡ ἀνταπόδοσις καὶ προλέγεται καὶ ἐπιλεγεται ⁑image