Manuscript msA, page 40r
prev: 39v | next: 40v |
2.793 τύμβῳ ἐπ ακροτάτῳ Αἰσυήταο γέροντος
2.794 δέγμενος ὁππότε , ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί :
2.795 τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ϊ῀ρις :1
2.796 ὦ γέρον . αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν :
2.797 ὥς ποτ’ ἐπ’ εἰρήνης . πόλεμος δ’ ἀλίαστος όρωρεν :
2.798 ῆ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν .1, 2, 3
2.799 ἀλλ’ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα :
2.800 λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
2.801 ἔρχονται πεδίοιο μαχησόμενοι περι ἄστυ :1
2.802 Ἕκτορ : σοὶ δὲ μάλιστ’ ἐπιτέλλομαι : ὧδε δὲ ῥέξαι :1, 2
2.803 πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι
2.804 ἄλλη δ’ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων :
2.805 τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει :1
2.806 τῶν δ’ ἐξηγείσθω κοσμησάμενος πολιήτας :
2.807 ὡς ἔφαθ’ , Ἕκτωρ δ’ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν :1
2.808 αῖψα δ’ ἔλυσ’ ἀγορὴν . ἐπὶ τεύχεα δ’ ἐσσεύοντο :1
2.809 πᾶσαι δ’ ὠΐγνυντο πύλαι : ἐκ δ’ έσσυτο λαός :1
2.810 πεζοί θ’ ἱππῆές τε : πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει :
2.811 Ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη1
2.812 ἐν πεδίῳ ἀπάνευθε , περίδρομος ἔνθα καὶ ἔνθα :
2.813 τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν1
2.814 ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης :1, 2
2.815 ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ’ ἐπίκουροι :
2.816 Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαιόλος Ἕκτωρ 1
2.817 Πριαμίδης . ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι :
msA, 2.759, commenting on 2.798 ἡ μὲν δὴ μάλα πολλὰ : οὕτως αἱ Ἀρισταρχου ἤδη καὶ ἐν τοῖς Πρὸς Κώμανον ὁμοίως προφέρεται καὶ μήποτε παραπλήσίον ἐστι τὸ ήδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν ⁑
msA, 2.760, commenting on 2.801 μαχησόμενοι προτι άστυ : οὕτως προτὶ άστυ οὐ περὶ άστυ ἵνα ὦσιν ἐρχόμενοι πρὸς τὴν πόλλϊν ὁμοίως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης γράφουσιν ⁑
msA, 2.761, commenting on 2.805 τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω· ἀπ’ ἄλλης ἀρχῆς ἀσύνδετος γὰρ ὁ λόγος . τὸ δὲ ἑξῆς τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω πολλοὶ γὰρ κατὰ ἄστυ μέγα τὴν αἰτίαν προλαβόντος τοῦ ποιητοῦ ⁑
msA, 2.763, commenting on 2.808 αἰψα δ’ έλυσ’ ἀγορὴν· τινὲς ἀπο τοῦ λ τὴν ἀρχὴν ποιοῦνται καὶ προπερισπῶσιν ἵνα ποιητικώτερον γένηται ἔφαμεν δὲ τῶ τοιοῦτω παρὰ τῷ ποιητῇ διαφόρως ὁρᾶσθαι : ἀν δ’ ὰρ έβη Πρίαμος : αὐτὰρ ὁ βῆ ρ’ ϊέναι οὐδ’ έλαθ’ Ἀτρέος υἱόν : ἔμε δ’ οὐ λάθεν ⁑
msA, 2.764, commenting on 2.809 πᾶσαι δ’ ὡΐγνυντο πύλαι ὅτι ἔμφασιν ἔχει πολλῶν πυλῶν μία δέ εστι καὶ ἔστι τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι ⁑
msA, 2.765, commenting on 2.813 Βάτιειαν · οὕτως προπαροξυτόνως Βατίειαν ὡς Ἀλεξάνδρειαν ⁑
msA, 2.766, commenting on 2.814 πολυσκάρθμοιο πολυκινήτου ταχείας δια τὸ πολλὰ ἐνεργεῖν αὐτὴν ἐν τῷ πολέμῳ σκαρθμὸς γὰρ ἡ τῶν ποδῶν κίνησις : Μυρῖνα δὲ Ἁμαζόνος ὄνομα ⁑
msA, 2.767, commenting on 2.816 κορυθαίολος ὁ αἰόλλων τὴν περικεφαλαίαν ὅ ἐστι κινῶν δια τὰς ἐν τῷ πολέμῳ συνεχεῖς καὶ σφοδρὰς ἐνεργείας ἠ ὁ αἰόλον καὶ ποικίλην ἔχων τὴν περικεφαλαίαν ἠ ὁ εὐκίνητος ἐν τοῖς πολέμοις ⁑
msAil, 2.772, commenting on 2.798 ἤδη μέν
msAil, 2.773, commenting on 2.802 προτι
msAil, 2.774, commenting on 2.814 ὄνομα
msAim, 2.769, commenting on 2.811 οὕτως αιπεῖα ὡς οξεῖα ·
msAint, 2.770, commenting on 2.798 τὸν η περισπαστέον ἔστι γὰρ βεβαιωτικοί ⁑
msAint, 2.771, commenting on 2.802 ὅτι περισσεύει ὁ δὲ σύνδ ⁑