Manuscript msA, page 40v
prev: 40r | next: 41r |
2.818 λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι :
2.819 Δαρδανίων αὖτ’ ἦρχεν ἐῢς παῖς Ἀγχίσαο 1, 2
2.820 Αἰνείας , τὸν ὑπ’ Ἀγχίσῃ τέκε δῖ’ Ἀφροδίτη 1
2.821 Ἴ̈δης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα :
2.822 οὐκ οἶος , ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
2.823 Ἀρχέλοχός τ’ Ἀκάμας τε : μάχης εὖ εἰδότε πάσης :
2.824 οἱ δὲ Ζέλειαν ἔναιον . ὑπαὶ πόδα νείατον Ἴ̈δης 1
2.825 ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
2.826 Τρῶες , τῶν αὖτ’ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
2.827 Πάνδαρος . ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν :1
2.828 οἱ δ’ ἂρ Ἀδρήστειάν τ’ εἶχον καὶ δῆμον Ἀπαισοῦ 1
2.829 καὶ Πιτύειαν ἔχον , καὶ Τηρείης ὄρος αἰπύ :
2.830 τῶν ἦρχ’ Άδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ1
2.831 υἷε δύω Μέροπος Περκωσίου , ὃς περι πάντων1
2.832 ᾔδεε μαντοσύνας . οὐδ’ ἑοὺς παῖδας ἔασκε1
2.833 στείχειν ἐς πόλεμον φθισήνορα , τῶδέ οἱ οὔ τι
2.834 πειθέσθην , κῆρες γὰρ ἄγον μέλανος θανάτοιο :
2.835 οἱ δ’ ἄρα , Περκώτην καὶ Πρά̄κτιον ἀμφενέμοντο 1, 2
2.836 καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον , καὶ δῖαν Ἀρίσβην 1
2.837 τῶν αὖθ’ Ὑρτακίδης ἦρχ’ Άσιος ὄρχαμος ἀνδρῶν .
2.838 Άσιος Ὑρτακίδης , ὃν Ἀρίσβηθεν φέρον ἵπποι
2.839 αίθωνες μεγάλοι : ποταμοῦ ἄπο Σελλήεντος :1, 2
2.840 Ἱ̈ππόθοος δ’ άγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
2.841 τῶν οἳ Λάρῑσσαν ἐριβώλακα ναιετάασκον :
2.842 τῶν ἦρχ’ Ἱππόθοός τε Πύλαιός τ’ όζος Ἄρηος 1
msA, 2.775, commenting on 2.819 Δαρδανίων αὐτ’ ῆρχεν· ὅτι τῶν Δαρδάνων ἦρχεν Αἰνείας καὶ αὐτὸς ὢν Δάρδανος πρὸς τὸ τὸν δ’ ἔκτανε Δάρδανος ἀνήρ ⁑
msA, 2.776, commenting on 2.824 ὑπαι πόδα· οὕτως ὑπαὶ ὡς καταὶ καὶ παραὶ αἱ γὰρ προθέσεις ἐπαυξανόμεναι δια τοῦ ϊ φυλάσσουσι τὸν αὐτὸν τόνον ⁑
msA, 2.777, commenting on 2.827 Πάνδαρος . ᾦ καὶ τόξον· ὅτι οὐ τὸ τόξον λέγει , ἀλλα τὴν τοξικὴν ἐμπειρίαν τὸ γοῦν τόξον αὐτῷ ὁ κεραοξόος κατασκευάζει ⁑
msA, 2.779, commenting on 2.831 ὃς περι πάντων· οὕτως φυλακτέον τὸν τονον τῆς προθ εἴτε γὰρ πρόθεσις ἐστιν ἀντι προθεσεως παρειλημμένη ἀντι τοῦ ὑπερ πάντων φυλάσσεται ὁ τόνος καθότι πᾶσα πρόθ ἀντι ἑτέρας προθ λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον : εἴτε ἀντι τοῦ περισσὸς φυλάσσει τὸν τόνον ὣς τὸ ῶς περι μὲν νόον ἐστι βροτῶν περὶ δ’ ϊρὰ θεοῖσιν οὐ περὶ μὲν πρόφρων κραδίη καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν ὡς ὅτι πρὸς αὐτοὺς τοὺς τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ορθοτονοῦνται ⁑
msA, 2.780, commenting on 2.832 οὐδ’ ἑοὺς παῖδας έασκε : οὕτως τὸ αὐτοῦ έασκε κατα συστολην οὕτως καὶ πάντες : τα γὰρ δια τοῦ σκε παρηγμένα Ϊακῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν ὧδε δέ τις εἴπεσκε τὴν αὐτὸς φορέεσκε ⁑
msA, 2.781, commenting on 2.836 καὶ Σηστὸν καὶ Ἄβυδον ⁑ πόλεις περι τὸν Ἑλλήσποντον καθ ὰ ὁ Ξέρξης ἐπιστρατευών τῇ Ἑλλάδι συνέδησε ναῦς καὶ ἐπλήρωσε αὐτὰ γῆς ὡς ποιῆσαι αὐτὸν τὸ στράτευμα ὅλον ἄφατον ὂν πεζὸν παρελθεῖν τὸν στενὸν εκεῖνον τῆς θαλάσσης τόπον Ἑλλήσποντος δὲ λέγεται ὁ διείργων τὴν Θρᾴκην καὶ τὴν Τρῳάδα πορθμός : εἴρηται δε Ἑλλήσποντος ἀπο τοῦ εκεῖσε ποντισθῆναι Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθάμαντος δὲ θυγατέρα ⁑
msA, 2.782, commenting on 2.837-2.838 τῶν αῦθ’ Ὑρτακίδης · ὅτι ὁ Ἄσιος οῦτος ὁμώνυμός ἐστι τῷ Ἑκάβης ἀδελφῷ ἐσημειοῦτο δὲ ὁ Ἀρίσταρχος τὰς ὁμωνυμίας προς τὰ Πυλαιμενοῦς καὶ πρὸς τὴν ἐπανάληψιν ὅτι πλεονάζει ἐν Ἰ¨λιάδι ⁑
msA, 2.783, commenting on 2.839 αἴθωνες μεγάλοι ὅτι Σελλήεις ποταμὸς ἐπι Ασίας ὁμώνυμος τῇ Θεσπρῳτία ⁑
msA, 2.784, commenting on 2.839 ποταμοῦ ἀπο Σελλήεντος · Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἀναστρέφει πρὸς τὰ προσηγορικώτερα ποιούμενος τὰς συντάξεις : ὁμοίως καὶ Νικίας , οὐκέτι μέντοι ἐπὶ τοῦ Ξάνθῳ ἐπι δινήεντι μάχῃ ἐνι κυδιανείρῃ ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα , ὁ μέντοι Ἀρίσταρχος τοῖς κυριωτέροις συνέταττε τὰς προθέσεις διὸ ἀναστρεφων ἀνεγίνωσκε Ξάνθου ἀπο δινήεντος , φυλάσσων δὲ τὸν τόνον ἐπι τοῦ ποταμοῦ ἀπο Σελλήεντος εῖτα πολλὰ εἰπὼν ὁ Ηρωδιανὸς φησὶν ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον όλον εῖδος ἀναγινώσκειν κατὰ ἀναστροφήν εἰ γὰρ δύο ὀνόματά ἐστι καθ ενὸς ὑποκειμένου λαμβανόμενα καὶ σχεδὸν ἕν ἐστι τὸ όλον καὶ θέλει ἡ πρόθεσις προἡγεῖσθαι μέση δὲ παρείληπται καθ υποταγὴν ὡς ὑποτετάγμενη ἀναστραφήσεται ⁑
msA, 2.785, commenting on 2.842 Πύλαιος τ’ όζος Ἄρηος · τοῦ Πύλαιος τὴν πρώτην ὀξυτονητέον προς ἀντιδιαστολὴν τοῦ τοπικοῦ . καὶ τὸν Ερμῆν τὸν Πυλαῖον ⁑
msAext, 2.789, commenting on 2.819 πάεϊς
msAil, 2.790, commenting on 2.835 τινὲς ἐκτείνουσι τὴν φυοην τοῦ Πράκτιον
msAim, 2.787, commenting on 2.830 ὅτι καὶ έτερος Ἄμφιος Περκώσιος Ελατου υἱός ⁑