Manuscript msA, page 41r
prev: 40v | next: 41v |
2.843 υἷε δύω Λήθοιο Πελᾱσγοῦ Τευταμίδᾱο :
2.844 αὐτὰρ Θρήϊκας ἦγ’ Ἀκάμας καὶ Πείροος ἥρως
2.845 ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει :
2.846 Εὔφημος δ’ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
2.847 υἱὸς Τροιζήνοιο διοτρεφέος . Κεάδᾱο :1
2.848 αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
2.849 τηλόθεν ἐξ Αμυδῶνος ἀπ’ Ἀξίου εὐρὺ ῥέοντος
2.850 Ἀξίου : οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν :
2.851 Παφλαγόνων δ’ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ1
2.852 ἐξ Ενετῶν , ὅθεν ἡμιόνων γένος ἀγροτεράων1, 2
2.853 οἵ ῥα Κύτωρον ἔχον , καὶ Σήσαμον ἀμφενέμοντο :
2.854 ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ’ έναιον :1
2.855 Κρῶμνάν τ’ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους :
2.856 αὐτὰρ Ἀλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον1, 2
2.857 τηλόθεν ἐξ Ἀλύβης , ὅθεν ἀργύρου ἐστὶ γενέθλη .
2.858 Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής :1
2.859 ἀλλ’ οὐκ οἰωνοῖσιν ἐρύσσατο κῆρα μέλαιναν
2.860 ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδᾱο
2.861 ἐν ποταμῷ ὅθι περ Τρώας κεράϊζε καὶ ἄλλους :
2.862 Φόρκῡς αὖ , Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής :1
2.863 τῆλ’ ἐξ Ἀσκανίης . μέμασαν δ’ ὑσμῖνι μάχεσθαι :
2.864 μῄοσιν αῦ , Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
2.865 υἷε Ταλαιμένεος , τὼ γυγαίῃ τέκε λίμνη1
msA, 2.791, commenting on 2.847 υἱὸς Τροιζήνοιο · οὕτως Τροιζήνοιο ὡς Εὐμήλοιο ἀπο γὰρ γενικῆς τῆς Τροίζηνος ἐγένετο εὐθεία ἔθει ποιητικῷ ⁑
msA, 2.792, commenting on 2.851 Παφλαγόνων δ’ ἡγεῖτο· ὅτι οῦτος ἐστι Πυλαιμένης περι οῦ πολλοὶ τῶν ἀρχαίων ἐζητήκασιν ⁑
msA, 2.794, commenting on 2.854 ἀμφί τε Παρθένιον ποταμὸν : τοῦτον ἕνιοι λέγουσιν δια τὴν πραότητα οὕτως προσαγορεύεσθαι : ἢ ἐπειδὴ παρθένος οῦσα ἐν αυτῷ ἐλούσατο ⁑
msA, 2.795, commenting on 2.856 αὐτὰρ ἀλιζώνων Ὀδίος ὅτι καὶ ἕτερος ἐστιν Ὁδίος ὁμώνυμος καὶ παρα τοῖς Ἕλλησιν Ἐπίστροφος ⁑
msA, 2.796, commenting on 2.856 Ἀλιζῶνες δὲ ἔθνος Πόντου εἰσι δὲ οῦτοι βοιωτοὶ οὕς τινας Οἴνοπας φασὶ οἱ δὲ ἔθνος Αἰακῶν ⁑
msA, 2.797, commenting on 2.858 Μυσῶν δὲ Χρόμις ὅτι νῦν μὲν Χρόμιν ἐν ἄλλοις δὲ λέγει Χρόμιον τὸν αὐτον ⁑
msA, 2.798, commenting on 2.860-2.861 ἀλλ’ εδάμη ὑπο χερσὶ : ἀθετοῦνται ἀμφότεροι ὅτι κατα τὴν περιποταμίαν μάχην οὐχ εὑρίσκεται επ’ ονόματι πίπτων εἴωθεν δὲ ὁ ποιητὴς τοὺς τῶν ηγεμόνων θανάτους διαδήλως λέγειν ἐὰν δὲ μὴ ὁρισθῇ ὁ τόπος καὶ ὁ καιρὸς δύναται ὁ ετερος μένειν ⁑
msA, 2.799, commenting on 2.862 ‡τῆλ’ εξ Ασκανίης : ὅτι οἱ νεώτεροι τὴν Τροίαν καὶ τὴν Φρυγίαν τὴν αὐτὴν λέγουσιν ὁ δε Ὅμηρος οὐχ οὕτως : Αἰσχύ δὲ συνέσχεεν . οὗτοι δὲ τῆς μικρᾶς εἰσι Φρυγίας : ἡ δὲ μεγάλη παρα τῷ Σαγγαρίῳ κεῖται ὅθεν καὶ Ἄσιος ὃς μήτρως ἢν Ἕκτορος ἱπποδάμοιο ⁑
msA, 2.800, commenting on 2.865 τῷ Γυγαίη τέκε λίμνη· ἄνευ τοῦ ϊ Γυγαίη τέκε λίμνη ἡ κατα Ἀρίσταρχον εἶχε διόρθωσις : οἱ δὲ περὶ Χαῖρον καὶ Διόδωρον καί τισι τῶν καθ ημᾶς προστιθέασι τὸ ϊ ἵν’ λίμνῃ ἐπι Γυγαίῃ τέκε κακῶς μηδέποτε γὰρ Ὅμηρον λημνῶν τέκνα ἱστορεῖν . βίαιοι δέ εἰσι ⁑
msAint, 2.801, commenting on 2.852 ὅτι Ζηνοδοτος γράφει ἐξ Ενέτης ⁑