Manuscript msA, page 41v
prev: 41r | next: 42r |
2.866 οἳ καὶ Μῃόνας ἦγον˙ ὑπο Τμώλῳ γεγαῶτας :
2.867 Νάστης αὖ , Καρῶν ἡγήσατο βαρβαροφώνων1
2.868 οἳ Μίλητον ἔχον : Φθῑρῶν τ’ ὄρος ἀκριτόφυλλον1
2.869 Μαιάνδρου τὲ ῥοὰς , Μυκάλης τ’ αἰπεινὰ κάρηνα :1
2.870 τῶν μὲν ὰρ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην :
2.871 Νάστης Ἀμφίμαχός τε Νομίονος , ἀγλαὰ τέκνα :
2.872 ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ’ ΐεν ἠΰτε κούρη1
2.873 νήπιος . οὐδέ τι οἱ τό γ’ ἐπήρκεσε λυγρὸν ὄλεθρον :
2.874 ἀλλ’ ἐδάμη ὑπο χερσὶ ποδώκεος Αἰακίδαο
2.875 ἐν ποταμῷ : χρυσὸν δ’ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων :
2.876 Σαρπηδὼν δ’ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
2.877 τηλόθεν ἐκ Λυκίης Ξάνθου ἄπο δινήεντος :1
msA, 2.804, commenting on 2.869 Μαιάνδρου τὲ ροὰς : Μαίανδρος ποταμὸς ἀρχόμενος ἀπο Φρυγίας ῥέων δὲ τὸ Καριάς εἰς θάλασσαν πλησίον Μιλήτου σκολιὸς δέ ἐστι καὶ πολλὰς ἐκροιὰς ποιουμενος ⁑
msA, 2.805, commenting on 2.872 ὃς καὶ χρυσὸν ἔχων· ὅτι ἐπι τοῦ Ἀμφιμάχου ἐστι τὸ ὃς καὶ χρυσὸν ἔχων ὁ δε Σιμωνίδης ἐπι τοῦ Νάστου λέγει καὶ οὕτι οὐ λέγει ὅπλα αὐτὸν ἔχειν χρυσᾶ ὡς καὶ πάλιν ὁ Σιμωνίδης ἐξέλαβεν ἀλλα κόσμον χρυσοῦν λέγει γὰρ ἠΰτε κούρη : ἐνεπλέκοντο γὰρ χρυσὸν οἱ βάρβαροι πλόχμοι θ’ οἱ χρυσῷ τε καὶ ἀργύρω εσφήκωντο ⁑
msA, 2.806, commenting on 2.877 Ξάνθου ἀπο δινήεντος· πᾶσα πρόθεσις μεταξὺ κυρίου καὶ επιθετικου τῷ κυρίῳ ἕπεται κατα Ἀρίσταρχον . κατα δὲ Πτολεμαῖον τῷ προσηγορικωτέρω· κατὰ δὲ Ἀπόλλωνιον πάντως ἀναστρέφεται : τὸ δὲ Ξάνθου , προς τοὺς Ζελήτας Λυκίους ⁑