Manuscript msA, page 42r
prev: 41v | next: 42v |
3.1 Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ’ ἡγεμόνεσσιν ἕκαστοι ,1, 2, 3
3.2 Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ’ ἴ̈σαν ὄρνιθες ὣς ·1, 2
3.3 ἠΰτέ περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·1
3.4 αἵ τ’ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον1
3.5 κλαγγῇ ταί γε πέτονται ἐπ’ ὠκεανοῖο ῥοάων1
3.6 ἀνδρᾶσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·1
3.7 ἠέριαι δ’ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται .
3.8 οἱ δ’ αρ’ ΐσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
3.9 ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν .
3.10 Εὖτ’ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην1, 2
3.11 ποιμέσιν οὔ τι φίλην , κλέπτῃ δέ τε νυκτὸς ἀμείνω ,1
3.12 τόσσόν τίς τ’ ἐπιλεύσσει ὅσον τ’ ἐπὶ λᾶ̄αν ΐησιν·
3.13 ὡς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ώρνυτ’ ἀελλὴς1
3.14 ἐρχομένων· μάλα δ’ ὦκα διέπρησσον πεδίοιο .
3.15 Οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν’ ΐόντες ,
3.16 Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς1
3.17 παρδαλέην ὤμοισιν ἔχων · καὶ καμπύλα τόξα
3.18 καὶ ξίφος· αὐτὰρ ὃ δοῦρε δύω κεκορυθμένα χαλκῷ1
3.19 πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
3.20 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι .1
3.21 Τὸν δ’ ὣς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
3.22 ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβῶντα ,1, 2, 3
3.23 ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
3.24 εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα1
3.25 πεινάων· μάλα γάρ τε κατεσθίει , εἴ περ ἂν αὐτὸν1, 2
msA, 3.5, commenting on 3.1 ‡ αὐτὰρ ἐπεὶ ἄμφω τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ εξίσταται τοῦ ἤθους ὥστ’ ὄϊες πολυπάμμονος καὶ ἐς Τρώων όμαδον κίεν ⁑
msA, 3.1, commenting on 3.1 διαφε δὲ ὁ ἀυτὰρ τοῦ δὲ . καθὸ ὁ μὲν αὐτὰρ προτάσσεται ὁ δὲ δὲ ὑποτάσσεται· ζητεῖται δὲ πῶς δὴ τὸν αὐτὰρ συνδ προφέρεσθαι πότερον ὀξυτόνως ἢ βαρυτόνως· οἱ μὲν οὖν ὀξυτόνως ἀνεγνώκασιν ὡς Καλλίμαχος οἱ δὲ βαρυτόνως λόγῳ τῶδε· πᾶσα λέξις εἰς αρ λήγουσα βαρύνεται οἷον ἄφαρ εἴθαρ δάμαρ στέαρ οὖθαρ · ῥητέον δὲ ὅτι οὐδεὶς συμπλεκτικὸς ἢ περισπᾶται ῆ βαρύνεται πάντες δὲ οξύνονται ⁑
msA, 3.671, commenting on 3.1 κόσμηθεν ὁ τρόπος μεταφορά ἄπο τοῦ κόσμου ὅθεν καὶ ἡ τῶν όλων τάξις κόσμος ὑπο Πυθαγόρου εἴρηται ἡ δε διάλεκτος Δωρὶς εὐταξία δὲ μάλιστα πόλεμος κατορθοῦται ⁑
msA, 3.8, commenting on 3.2 ὄρνιθες ὥς βραχὺ διασταλτέον ἐπι τὸ ὡς ἡ γὰρ ἀνταπόδοσις πρόκειται καὶ ἀνεστραμμένη ἡ περίοδος ἐστιν ⁑
msA, 3.15, commenting on 3.5 ῥοάων ἀντι τοῦ εἰς ροὰς τὸ αδιάλειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει την κλαγγην τὰδε δειλότερα των ζώων φωνητικώτερα μᾶλλον των ἀνδρείων ⁑
msA, 3.16, commenting on 3.6 Πυγμαίοι καὶ τῶ ξένω της ἱςτορίας ψυχαγωγεῖ καὶ τὸν θροῦν αὔξει φησὶ δὲ αὐτοὺς Εκαταῖος ἐπι σχημάτων κριῶν ἐξιόντας ἀλέξασθαι αὐτάς τὰς δε καταφρονούσας τοῦ μήκους πολεμεῖν προς αὐτους ⁑
msA, 3.40, commenting on 3.19-3.20 τὸ πάλλον καὶ τὸ ἀντίβιον ἀθετοῦνται ἀμφότεροι· ὁ γὰρ παρδαλέην ἀνειληφὼς καὶ τοξικὴν στολὴν ἔχων οὐκ ἂν προκαλοῖτο εἰς μονομαχ ἀλλ’ ὕστερον ἐπι τουτ ἔρχεται ὀνειδισθεὶς ὑφ’ Ἕκτορος ἄτοπον δὲ καὶ τὸ ἅμα πάντας προκαλεῖσθαι
msA, 3.50, commenting on 3.25 ἡ ἔλαφον ὁ μὲν ἐλάφῳ καὶ τεθνειῶτι· ὁ δὲ λέοντι καὶ πεινῶντι παρείκασται . χαλεπος δέ εστι πεινῶν ὁ λέων ὅσον ἥμερος βεβρωκός . τῶν γὰρ ἀλλων εστὶ ζώων θερμότερος . ὥσπερ οὖν λέοντα παροξύνει λιμός εἰς ἀπερίσκεπτον κίνδυνον οὕτως και νεόν ἄνδρα πολεμιου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται
msA, 3.673, commenting on 3.24 ἤ ἔλαφον κεραόν αἱ γὰρ θήλειαι τῶν ἐλαφων οὐ κερατοφοροῦσιν· ἔλαφος δὲ εἴρητ παρὰ τὸ έλειν τοὺς όφεις οἷονεὶ ἔλαφος τίς οῦσα τούτους γὰρ ἐσθίουσα καθαίρεται φυσικῶς οὕτως γοῦν οἱ ὄφεις ὅτε ἀφανισθῶσιν αύτη τὸ κέρας αὐτῆς προστριβῆ εἰς πέτραν ὅ θερμαινόμ ποιεῖ τινὰ ἀναθυμίασιν , ἧς μεταλαμβανόμ οἱ όφεις τῶν φολεῶν εξίουσιν ⁑
msA, 3.674, commenting on 3.18 καὶ ξίφος αὐτὰρ ὃ δοῦρε Αρίσταρχος ἄνευ τοῦ αρθ αὐτὰρ δοῦρε οὕτως καὶ Αριστοφάνους καὶ ἡ Καλλιστράτου καὶ σχεδὸν οὕτως καὶ αἱ χαριέσταται · καὶ ὁ ϊξίων ἐν τῴ πρωτῳ πρὸς τὰς ἐξηγήσεις ὁμοίως προφέρεται ἔχει δὲ τον Ομηρικὸν χαρακτηρα καὶ ἡ σὺν τῷ ἄρθρω γραφη καίπερ οὐκ οῦσα Αριστάρχειος σύνηθες γὰρ τῷ ποιητ ἐπι τῶν αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν ὡς περι ἑτέρου διαλέγοιτο προσ ἄρθου καὶ μεταλλάξει τοῦ συνδεσμου ὡς ἐπι τοῦ Κύκλωπος καδ δέ μιν ὕπνος ἤρη· πανδαμάτωρ ὅ δ’ ἔρευγ’ οἰνοβαρείων ἀντὶ τοῦ καὶ ἐρευγετο Ζηνόδοτος δὲ ἡ θετήκε τοῖς ἑξῆς οὐ συντιθέμενον δεῖ δὲ κοινὸν παραλαβεῖν αὐτὰρ ὁ δοῦρε δύω ἔχων καὶ νοεῖν τὸ ἄρθον ἐξ επαναλήψεως παρήμενον ἐπὶ τοῦ αὐτοῦ προσώπου ⁑
msAil, 3.46, commenting on 3.22 τὸ προπαροιθ ὁμίλου ἠτοι τοῖς ἐπάνω προσδοτέον
msAim, 3.682, commenting on 3.24-3.26 συναπτέον ἕως του πεινάων φαύλοι γὰρ οἱ συνάπτοντες τὸ πεινάων τοῖς επομενοις ὑποστικτεον δὲ εἰς το αἰζειοί ⁑
msAint, 3.4, commenting on 3.2 ὅτι ἀντὶ τοῦ μετὰ κλαγγῆς καὶ ἐνοπῆς . ἄμφω δὲ ἤχου ὀνόματα ⁑
msAint, 3.31, commenting on 3.16 ἀντι του Τρώων πτωτικὸν τὸ σχῆμα ταῖς δοτικαῖς γὰρ ἀντι γενικῶν χρῶνται οἱ ποιηται ⁑
msAint, 3.43, commenting on 3.20 ουτως ὁ Αρισταρχος προπερισπᾶ δηϊοτητι ὡς ἀπο ὀξυτόνου ευθ τὸ δε κεφάλαιον ἐκτέταται ἐν τῇ Ιλιακ προσαδ ⁑
msAint, 3.49, commenting on 3.22 νεκροῦ γὰρ φασὶ σώματος μὴ άπτεσθαι λέοντα ⁑
msAint, 3.55, commenting on 3.25 ὁτι τὸ εἴπερ ἂν αυτὸν ἀντι του ει καὶ αὐτον ὡς ὅταν λεγ εἴπερ ἂν αὐταὶ μοῦσαι θέ δ’ οιεν ἀντι τοῦ καὶ αὐταὶ · και ὅτι ὁ τὲ συνδ περισσός ⁑