Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 42v

Manuscript msA, page 42v

image

prev: 42r next: 43r

Iliad text

3.26 σεύωνται ταχέες τε κύνες θαλεροί τ’ αἰζηοί·image

3.27 ὡς ἐχάρη Μενέλαος · Ἀλέξανδρον θεοειδέαimage

3.28 ὀφθαλμοῖσιν ἰδὼν· φάτο γὰρ τίσεσθαι ἀλείτην·image1

3.29 αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε .image1

3.30 Τὸν δ’ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴςimage

3.31 ἐν προμάχοισι φανέντα , κατεπλήγη φίλον ῆτορ ,image1

3.32 ἂψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων .image

3.33 ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη .image1

3.34 οὔρεος ἐν βήσσῃς· ὑπό τε τρόμος ἔλλαβε γυῖα·image

3.35 ἂψ δ’ ἀνεχώρησεν , ῶχρός τέ μιν εῖλε παρειά .image1, 2, 3

3.36 ὡς αὖτις καθ’ ὅμιλον έδυ Τρώων ἀγερώχωνimage1

3.37 δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής .image

3.38 Τὸν δ’ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·image

3.39 Δύσπαρι · εἶδος ἄριστε . γυναιμανὲς . ἠπεροπευτά·image1

3.40 αίθ’ ὄφελες ἄγονός τ’ ἔμεναι· ἄγαμός τ’ ἀπολέσθαι·image1

3.41 καί κε τὸ βουλοίμην , καί κεν πολὺ κέρδιον ῆενimage1

3.42 ἢ οὕτω λώβην τ’ έμεναι καὶ ὑπόψιον ἄλλων .image

3.43 ῆ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶimage1

3.44 φάντες ἀριστῆα πρόμον ἔμμεναι , οὕνεκα καλὸνimage1, 2

3.45 εἶδος ἔπ’· ἀλλ’ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή .image1, 2

3.46 ὴ τοιόσδε ἐὼν· ἐν ποντοπόροισι νέεσσιimage1

3.47 πόντον ἐπιπλώσας , ἑτάρους ἐρίηρας ἀγείρας ,image1

3.48 μῐχθεὶς ἀλλοδαποῖσι· γυναῖκ’ εὐειδέ’ ἀνῆγεςimage1

3.49 ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων .image1, 2

3.50 πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ·image

Scholia text

msA, 3.60, commenting on 3.29 χαμὰζε ‡ προπερισπᾶται ἐχρὴν δὲ πρὸς τὸν χαρακτῆρα τρίτην ἀπὸ τέλους εἶναι τὴν ὀξείαν συστελλομένου τοῦ α ὥσπερ τὸ Ἀφίδναζε Θήβαζε ἔραζε · χωρὶς εἰ μη ἐστιν ἀφορμη ὅτι ταῦτα ἀπο ὀνομάτων τοῦτο δὲ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί· τὸ δε μέταζε χρονικὸν παρὰ προ παρῆκται ⁑image

msA, 3.68, commenting on 3.35 ὦχρος οὕτως ὦχρος ὡς μῶμος εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ· τάχα δὲ καὶ ἄχροός ἐστιν ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος καὶ κατα συναλειφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον· ἄλλως τε· τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμ ἀπo τοῦ ω μὴ προσκειμένου τοῦ ϊ βαρύνεται ὦμος ὦμος προσκειται μὴ ἔχοντα τὸ ϊ διὰ τὸ ᾠδός τρῳδός ⁑image

msA, 3.65, commenting on 3.33 ὡς δ’ ὅτε τίς τε δράκοντα ἀνωτέρω περι τοῦ λέοντος ἐξειργάσατο , οὐ τοῦ ἐλάφου τοῦ δρόντος γὰρ ἦν ἡ εἰκῶν· καὶ τὰ μὲν ἄλλα τῶν ζῴων καὶ πόρρωθεν ὁρᾶται μεγέθει ἢ φωνῇ ὄφις δὲ ἐγγὺς γεγονότ παραδόξως ὁρᾶται ὃ συνέβη Ἀλεξάνδρῳ ⁑image

msA, 3.74, commenting on 3.36 ἀγερώχων ὅτι ἀγερώχους τοὺς Τρῷας οὐμόνον τοὺς Ῥοδίους ὥς τινες ὠήθησαν , δια τὸ ἀγείρειν τὴν ὀχήν τοῦτέστι τὴν τροφήν ὁ γὰρ Ὅμηρος ἀγερώχους τοὺς ἄγαν γεραωχοὺς καὶ σεμνοὺς λέγει ⁑image

msA, 3.78, commenting on 3.39 Δύσπαρι ἐπι κακῷ ὠνομασμένε Πάρι κακὲ Πάρι καὶ Αλχμὰν φησίν Δύσπαρις Αἰνόπαρις κακὸν Ελλαδι βοτιανείρι ⁑image

msA, 3.58, commenting on 3.28 ὀφθαλμοῖσιν ϊδων ὅτι Ζηνόδοτος γράφει ἀλείτας τὰς ἁμαρτίας ἐκλαμβάνων . κρεῖττον δὲ αὐτὸν τὸν Ἀλέξανδρον λέγεσ ἀλείτην ⁑image

msA, 3.93, commenting on 3.45 εἶδος μετα τὸ εῖδος ἔπ’ εὰν στίξῃς ὃ καὶ ἄμεινον ἀπο κοινοῦ τὸ φάντες ὅτι καλλὸς μέν ἐστι ειδος δὲ ⁑ .image

msA, 3.88, commenting on 3.43 ἥ που καγχαλόωσι περισπαστέον τὸν η βεβαιωτικὸς γάρ ἐστι καὶ ἰσοδυναμεῖ τῷ δή ⁑image

msA, 3.100, commenting on 3.49 ἐξ απίης γαίης ὅτι ἀπίαν τὸν πολὺ ἀφεστῶσαν οὐχ ὡς οἱ νεώτεροι τὴν Πελοπόννησον ⁑image

msA, 3.95, commenting on 3.46-3.52 ἠ τοιόσδε εὼν τινὲς κατὰ πεῦσιν καὶ θαυμασμὸν· τοιοῦτος ὢν δειλὸς συναγαγὼν πλῆθος διελθὼν πέλαγος γυναῖκα ἀνδρὸς πολεμικοῦ ήγαγες τῷ πρὶ καὶ τοῖς ἄλλοις κακὸν μγ εἶτα ἀπo ἄλλης ἀρχῆς οὐκ ἀν δὴμείνειας Μενέλαον ἠθικῶς μετὰ πεύσεως ἠ διαβεβαιωτικῶς . τινὲς δὲ τὸ πᾶν οὕτως τὸν ἤ ἀντὶ τοῦ εἴ εἰ τοιοὺτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ οὐκ ὰν ὑπομείναις τὸν ταύτης ἄνδρα ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογ ἔχον ⁑image

msA, 3.96, commenting on 3.46 ἐνταῦθα δὲ ἐγκλίνεται ὁ σύνδεσμος ὁμοίως τὸ ἢ καὶ Λαέρτη αὐτὴν ὁδὸν ἄγγε ἔλθω · καί μοι δοκεῖ ἰσοδυναμεῖν τῷ εἴ λέγω δὲ τὸ τοιοῦτον εἰ ἤδεις σάφα οἵη περίφρων Πηνελόπεια ⁑image

msA, 3.97, commenting on 3.47 ἐπιπλώσας ὁ Ἀπολλώνιος σχηματίζει τὸ ἐπιπλώσας οὕτως πλέω καὶ ἐπιπλώω οὗ symbol ἐπέπλωσα μέτοχὴ επιπλώσας εῖτα ἀποκοπὴ ἐπίπλώς καὶ τὸ ἐπέπλως δὲ ῥῆμα τούνεκα γὰρ καὶ πόντον ἐπέπλως ὁμοίως εκ τοῦ επιπλωσας ἀπεκόπη ὅτι γὰρ τὸ ἐπέπλως οὐκ ἔστιν ἀπὸ θέματος τοῦ πλωμι δῆλον ἐκ τοῦ μηδὲ εῖναι ὡς ἀπὸ τῶν εἰς μι κινημα οὐκ ἀπαρέμφατὸν ἐπιπλῶναι οὐκ εὐκτικὸν ἐπιπλοίην οὐ προστὰκτικον ἐπίπλοθι οὐκ ἄλλο οὐδέν· ἔδει δὲ καὶ τὴν μετοχὴν εῖναι ἐπίπλους ὡσβιοὺς καὶ γνούς ὅτι γὰρ οὐ Δωρικῶς ἐτράπη εἰς τὸ ω ὡς βοὺς βῶς δῆλον ἐκ τοῦ μὴ προκεῖσ αὐτοῦ ἐν χρήσει τὸ κοινόν ⁑image

msAil, 3.680, commenting on 3.49 νύμφηimage

msAim, 3.683, commenting on 3.41 στικτέον ἐπι τὸ βουλοίμην τὰ δὲ ἑξῆς συναπτέον ἕως τοῦ ἄλλων ⁑image