Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 43r

Manuscript msA, page 43r

image

prev: 42v next: 43v

Iliad text

3.51 δυσμεν έσιν μὲν χάρμα , κατηφείην δὲ σοὶ αὐτῷ·image1

3.52 οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον .image

3.53 γνοίης χ’ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·image

3.54 οὐκ ἄν τοι χραίσμῃ κίθαρις , τά τε δῶρ’ Ἀφροδίτης ·image1

3.55 ἥ τε κόμη τό τε εἶδος , ὅτ’ ἐν κονίῃσι μιγείης .image1

3.56 ἀλλὰ μάλα Τρῶες δειδήμονες , ῆ τέ κεν ἤδηimage1

3.57 λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ’ ὅσσα ἔοργας·image1, 2

3.58 τὸν δ’ αῦτε προσέειπεν Ἀλέξανδρος θεοειδής·image

3.59 Ἕκτορ · ἐπεί με κατ’ αῖσαν ἐνείκεσας . οὐδ’ ὑπὲρ αῖσαν·image1

3.60 αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς .image

3.61 ὅς τ’ εἶσιν διὰ δουρὸς ὑπανέρος· ὅς ῥά τε τέχνῃimage

3.62 νήϊον ἐκτάμνῃσιν , ὀφέλλει δ’ ἀνδρὸς ἐρωήν·image

3.63 ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·image1, 2, 3

3.64 μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης ·image1, 2

3.65 οὔ τοι ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶραimage1, 2

3.66 ὅσσά κεν αὐτοὶ δῶσιν , ἑκὼν δ’ οὐκ ἄν τις ἕλοιτο·image

3.67 νῦν αῦτ’ εἴ μ’ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι·image

3.68 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς ,image

3.69 αὐτὰρ ἒμ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαονimage

3.70 συμβάλετ’ ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·image

3.71 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηταιimage1

3.72 κτήμαθ’ ἑλὼν εῦ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω·image

3.73 οἱ δ’ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντεςimage

3.74 ναίοιτε Τροίην ἐριβώλακα· τοιδὲ νεέσθωνimage1

3.75 ῎ Αργος ἐς ἱ̈ππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα .image1, 2

Scholia text

msA, 3.108, commenting on 3.54 κίθαρις ὅτι τινὲς μὴ εὑρίσκοντες κατὰ τὴν ποίησιν τὸν Ἀλέξανδρον κιθαρίζοντα μετέγραψαν οὐκ άν τοι χραίσμη κίδαρις τοῦτο δὲ πιλου γενος εἶναι λέγουσιν πολλα δέ ἐστιν ἅπαξ λεγόμενα παρὰ τῷ ποιητη ⁑image

msA, 3.113, commenting on 3.57 ἕσσο δια τῶν Β σσ εἶχον αἱ Ἀριστάρχου καὶ οὐ μόνον ἐντοῖς ὑπομνήμασι εἶχον οὕτως , ἀλλὰ καὶ ἐν ἐνίοις λόγος ὑπέκειτο ὅτι ἀνάλογον ἦν τὸ έσσω μιν χλαῖνάν τε καὶ έσσας καὶ ἡ Ζηνοδότου δὲ οὕτως εἶχεν καὶ ἡ Ἀριστοφάνους ⁑image

msA, 3.116, commenting on 3.59-3.64 Ἕκτορ ἐπεί με κατ’ αῖσαν μετὰ τὴν κλητικὴν στικτέον κατὰ δὲ τὸ τέλος τοῦστίχου στικτέον ἐν ὑποκρίσει· ὅλη δὲ ἡ ὁμοίωσις διὰ μέσου τὸ γὰρ ἑξῆς ἐπεί με κατ’ αῖσαν ἐνείκεσας ⁑image

msA, 3.104, commenting on 3.51 κατηφείην δὲ σοὶ αὐτῷ οὕτως κατηφείην σὺν τῷ ν ὡμολόγουν αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀργολική καὶ σχεδὸν ἐν ταῖς χαριεστάταις οὕτως εἶχεν· ἡ δὲ Ζηνοδότου χωρὶς τοῦ ν ⁑image

msA, 3.118, commenting on 3.59 Ἕκτορ οὐκ ἠθεῖε οὐδὲ κασιγνήτη τε ὡς πολλαχοῦ ἀλλ’ Ἕκτορ · πᾶσαν γὰρ προσηγορίαν ὁ θυμὸς ἐξέκοψε ⁑image

msA, 3.678, commenting on 3.65 ἀπόβλητα τὰ ὑπὸ τῶν θεῶν φησὶ διδόμενα δῶρα οὐκ ἐστιν ἀρνήσασθαι οἷα ἄν εἰσίν , μὴ διδόμενα δὲ παρ’ αὐτῶν . ἀδύνατόν τινὰ λαβεῖν οἰκεία σπουδῇ ⁑image

msA, 3.679, commenting on 3.56 ἀλλα μάλα Τρῶες ὅτι Ζενοδοτος γράφει ἐλεήμονες οὐκ ἐλεοῦσι δὲ αὐτὸν ἀλλὰ μισοῦσι οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον ῏ϊσον γάρ σφιν πασῖν ἀπήχθετο δια δὲ τὸν Πρίαμον καὶ τὸν ῎ Εκτορα εὐλαβοῦνται αὐτῷ ἀντιπράσσειν ⁑image

msA, 3.136, commenting on 3.71 ὁππότερος δέ κε ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω · τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπι τῆς ορ ἔχει τὸ ν ⁑image

msA, 3.138, commenting on 3.74 ναίοιτε ὅτι Ζηνόδοτος γράφει ναίοιμεν δέ ἐστιν ἑαυτὸν καταριθμῶν τοῖς ὕστερον οἰκήσουσι τὴν Τροίαν ἀδηλότητος οὔσης εἰ οικήσει ⁑image

msAext, 3.684, commenting on 3.63 ὡς τοιimage

msAil, 3.681, commenting on 3.55 αντι τοῦ ὁταν συνελθης εἰς μαχην .image