Manuscript msA, page 43v
prev: 43r | next: 44r |
3.76 ὡς ἔφαθ’· Ἕκτωρ δ’ αὖτ’ ἐχάρη μέγα μῦθον ἀκούσας·
3.77 καί ῥ’ ἐς μέσσον ϊὼν . Τρώων ἀνέεργε φάλαγγας·
3.79 τῷ δ’ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ1
3.80 ἰ̈οῖσίν τε , τιτυσκόμενοι· λάεσσί τ’ ἔβαλλον·1, 2
3.81 αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
3.82 ἴ̈σχεσθ’ Ἀργεῖοι · μὴ βάλλετε κοῦροι Ἀχαιῶν ·1, 2
3.83 στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαιόλος Ἕκτωρ ·1, 2
3.84 ὡς ἔφαθ’· οἱ δ’ ἔσχοντο μάχης ἄνεῴ τ’ ἐγένοντο
3.85 ἐσσυμένως· Ἕκτωρ δὲ μετ ἀμφοτέροισιν ἔειπεν·
3.86 κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
3.87 μῦθον Ἀλεξάνδροιο · τοῦ εἵνεκα νεῖκος όρωρεν·
3.88 ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
3.89 τεύχεα κὰλ’ ἀποθέσθαι ἐπι χθονὶ πουλυβοτείρῃ .
3.90 αὐτὸν δ’ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον1
3.91 οἴους ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·
3.92 ὁππότερος δέ κε· νικήσῃ κρείσσων τὲ γένηται1
3.93 κτήμαθ’ ἑλὼν εῦ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω·
3.94 οἱ δ’ ἄλλοι φιλότητα καὶ όρκια πιστὰ τάμωμεν·
3.95 ὡς ἔφαθ’ οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
3.96 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος ·
3.97 κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱ̈κάνει1, 2
3.98 θυμὸν ἐμόν· φρονέω δὲ διακρινθήμεναι ἤδη
3.99 Ἀργείους καὶ Τρῶας , ἐπεὶ κακὰ πολλὰ πέποσθε1, 2
3.100 εἵνεκ’ ἐμῆς ἔριδος . καὶ Ἀλεξάνδρου ἕνεκ’ ἀρχῆς·1
3.101 ἡμέων δ’ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται·
msA, 3.149, commenting on 3.80 ϊοῖσιν τι τυσκόμενοι ὅτι Ὅμηρος τὸ βάλλειν ἐπι τοῦ τιτρώσκειν τίθησι νῦν δὲ ἔμφασιν ἔχει ⁑
msA, 3.151, commenting on 3.82 ΐσχεσθ’ Ἀργεῖοι ὅτι τὸ βάλλετε ἀντι τοῦ τιτρώσκεται ⁑
msA, 3.157, commenting on 3.90 αὐτὸν δ’ ἐν μέσω βραχὺ διασταλτέον κοινὸν γὰρ τὸ κέλεται ῥῆμα ⁑
msA, 3.158, commenting on 3.92 ὁππότερος δέ κε ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω · τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπι τῆς ορθῆς τὸ ν προσλαμβάνει ⁑
msA, 3.164, commenting on 3.99 Ἀργείους καὶ Τρῶας ὅτι Ζηνόδοτος γράφει Ἀργεῖοι καὶ Τρῶες ὡς ἀποστροφῆς τοῦ λόγου γεγονυίας πρὸς αυτούς· ἔστι δὲ τὸ διακρινθην διχῶς χωρισθῆναι· ὁ δὲ Ζηνοδοτος συνήθως ἡμῖν τέταχεν ⁑
msAil, 3.688, commenting on 3.79 τὰ τόξα ἔστιν
msAil, 3.690, commenting on 3.83 δανεναι οὑτως
msAim, 3.687, commenting on 3.97 τὸ ῆν
msAint, 3.165, commenting on 3.99 διὰ τοῦ α τὸ πεπασ Ἀρίσταρχος ⁑